<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="21"><p>ἐπειδὴ τοίνυν τὴν πρὸς τὸ ὂν διανοίας ὁλκὴν ἀμήχανον ἦν ἰδεῖν ὅτι μὴ
τοὺς ἀχθέντας πρὸς αὐτοῦ μόνους — ὃ γὰρ πέπονθεν ἕκαστος, αὐτὸς
ἐξαιρέτως οἶδεν —, εἴδωλον ἐναργὲς <milestone unit="altpage1" n="p. 333 M."/>  ἀειδοῦς ὄμματος τὰ τοῦ σώματος
 ποιεῖ δυνάμενα πρὸς αἰθέρα ἀπονεύειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="22"><p>ὁπότε γὰρ οἱ ἐκ φθαρτῆς <lb n="6"/>
παγέντες ὕλης ὀφθαλμοὶ τοσοῦτον ἐπέβησαν, ὡς ἀπὸ τοῦ τῆς γῆς χωρίου
πρὸς τὸν μακρὰν οὕτως ἀφεστῶτα ἀνατρέχειν οὐρανὸν καὶ ψαύειν τῶν
περάτων αὐτοῦ, πόσον τινὰ χρὴ νομίσαι τὸν πάντῃ δρόμον τῶν ψυχῆς
ὀμμάτων; ἅπερ ὑπὸ πολλοῦ τοῦ τὸ ὂν κατιδεῖν τηλαυγῶς ἱμέρου πτερωθέντα <lb n="10"/>
οὐ μόνον πρὸς τὸν ἔσχατον αἰθέρα τείνεται, παραμειψάμενα δὲ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="23"><p> καὶ παντὸς τοῦ κόσμου τοὺς ὅρους ἐπείγεται πρὸς τὸν ἀγένητον. <milestone unit="altref" n="6"/> διὰ
τοῦτο ἐν τοῖς χρησμοῖς οἱ σοφίας καὶ ἐπιστήμης ἄπληστοι διατελοῦντες
ἀνακεκλῆσθαι λέγονται· πρὸς γὰρ τὸ θεῖον ἄνω καλεῖσθαι θέμις τοὺς
 ὑπ’ αὐτοῦ καταπνευσθέντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="24"><p>δεινὸν γάρ, εἰ τυφῶσι μὲν καὶ ἁρπυίαις <lb n="15"/>
αὐτόπρεμνα δένδρα πρὸς ἀέρα ἀνασπᾶται καὶ μυριάγωγα σκάφη βρίθοντα
φόρτῳ καθάπερ τινὰ τῶν κουφοτάτων ἐκ μέσων τῶν πελαγῶν ἀναρπάζεται
καὶ λίμναι καὶ ποταμοὶ μετάρσιοι φέρονται, τοὺς γῆς κόλπους
ἐκλιπόντος τοῦ ῥεύματος, ὅπερ ἀνιμήσαντο αἱ τῶν ἀνέμων κραταιόταται
καὶ πολυπλοκώταται δῖναι, τῇ δὲ τοῦ θείου πνεύματος καὶ πάντα δυνατοῦ <lb n="20"/>
καὶ τὰ κάτω νικῶντος φύσει κοῦφον ὁ νοῦς ὢν οὐκ ἐπελαφρίζεται
καὶ πρὸς μήκιστον ὕψος ἐξαίρεται, καὶ μάλιστα ὁ τοῦ φιλοσοφήσαντος
 ἀνόθως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="25"><p>οὗτος γὰρ κάτω μὲν οὐ βρίθει πρὸς τὰ σώματος καὶ γῆς φίλα
<note xml:lang="mul" type="footnote"><lb/>1 πρὸς] καὶ M τὸν οὐρανὸν Eus codd. nonnulli
<lb/>2 ἀνερεῖσαι Eus codd. OG alii, ἀνέτεινεν E ἐκδήλως MUE: εὐδήλως GFH, ἀδήλως L καταλαμβάνεται G1U
<lb/>4 αὐτὸν IIE
<lb/>5 εἶδεν L ἐναργὲς εἴδωλον M
<lb/>6 ποιεῖ om. L ἀπορεύειν M, ἀνανεύειν conicio
<lb/>7 ὕλης παγέντες Η
<lb/>8 οὕτως] ὄντως LE 
<lb/>9 πάντῃ om. E τῆς ψυχῆς UE ψυχῶν Η
<lb/>10 τὸ ἓν U
<lb/>11 πρὸς] ἀπὸ M τείνεται, ἀλλὰ κάτω που λιπὼν παντὸς Ε παραπεμψάμενα GH 
<lb/>12 ἀγένητον GFb: ἀγέννητον MUHar
<lb/>14 πρὸς] ἀπὸ M τὸ corr. ex τὸν M
<lb/>15 δεινὸν γὰρ εἰ Η: τούτοις γὰρ M, τούτους γὰρ GUF, ἄτοπον γὰρ εἰ conicio ἁρπυίαις GH: ἅρπυιαι ὡς M, ἁρπυίαις ὡς UF
<lb/>16 πρὸς] ἀπὸ M ἀέρ’ M 
<lb/>16 ἀνασπᾶται II: ἀνασπᾶσθαι MGUF
<lb/>19 ἐκλείποντος GU, ἐκλείποντος κόλπους transpos. U 19.
<lb/>20 κραταιότατοι καὶ πολυπλοκώτατοι M
<lb/>20 τῇ] τῆς U 
<lb/>21 τὰ H-: om. ceteri κάτω νικῶντος II: κατῳκηκότος MGUF νικᾶν conicio κοῦφον codd.: κοῦφος Turn. ὢν H: ὃν MGUF
<lb/>22 ἐξαίρεται ὕψος F
<lb/>23 οὐ om. G</note> <note xml:lang="mul" type="footnote">1—12 habet E p. 607,33—608,2 M: τῷ τοι καὶ τὸ σῶμα—ἀγένητον.</note>  

<pb n="v.2.p.139"/>
ταλαντεύων, ὧν διάζευξιν καὶ ἀλλοτρίωσιν ἀεὶ διεπόνησεν, ἄνω δὲ φέρεται
τῶν μεταρσίων καὶ ἱεροπρεπεστάτων καὶ εὐδαιμόνων φύσεων ἀκορέστως
ἐρασθείς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="26"><p>τοιγαροῦν Μωυσῆς ὁ ταμίας καὶ φύλαξ τῶν τοῦ ὄντος ὀργίων ἀνακεκλήσεται· λέγεται γὰρ ἐν Λευιτικῇ βίβλῳ „ἀνεκάλεσε
<lb n="5"/> Μωυσῆν“ (Lev. 1, 1). ἀνακεκλήσεται δὲ καὶ ὁ τῶν δευτερείων ἀξιωθεὶς
Βεσελεήλ· καὶ γὰρ τοῦτον ἀνακαλεῖ ὁ θεὸς πρὸς τὴν τῶν ἱερῶν
κατασκευήν τε καὶ ἐπιμέλειαν ἔργων (Exod. 31,2 sqq.).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="27"><p>ἀλλ’ ὁ μὲν τὰ δευτερεῖα τῆς ἀνακλήσεως, Μωυσῆς δὲ ὁ πάνσοφος οἴσεται τὰ πρωτεῖα·
ἐκεῖνος μὲν γὰρ τὰς σκιὰς πλάττει καθάπερ οἱ ζωγραφοῦντες οἷς οὐ
<lb n="10"/> θέμις οὐδὲν ἔμψυχον δημιουργῆσαι — Βεσελεὴλ γὰρ ἐν σκιαῖς ποιῶν
ἑρμηνεύεται —, Μωυσῆς δὲ οὐ σκιὰς ἀλλὰ τὰς ἀρχετύπους φύσεις αὐτὰς
τῶν πραγμάτων ἔλαχεν ἀνατυποῦν. ἄλλως τε καὶ τὸ αἴτιον οἷς μὲν
τηλαυγέστερον καὶ ἀριδηλότερον ὡς ἂν ἐν ἡλίῳ καθαρῷ, οἷς δὲ ἀμυδρότερον
ὡς ἂν ἐν σκιᾷ τὰ οἰκεῖα εἴωθεν ἐπιδείκνυσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="7"/><milestone unit="altpage2" n="p. 334 M."/> Διεξεληλυθότες οὖν περὶ τῶν ὁλοσχερεστέρων ἐν κόσμῳ <lb n="16"/> φυτῶν ἴδωμεν ὃν τρόπον καὶ τὰ ἐν τῷ ἀνθρώπῳ, τῷ βραχεῖ κόσμῳ,
δένδρα ὁ πάνσοφος ἐδημιούργει θεός. αὐτίκα τοίνυν ὥσπερ βαθύγειον
χωρίον σῶμα τὸ ἡμέτερον λαβὼν δεξαμενὰς αὐτῷ τὰς αἰσθήσεις ἀπειργάζετο·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="29"><p>κἄπειθ’ οἷα φυτὸν ἥμερον καὶ ὠφελιμώτατον ἑκάστην αὐτῶν <lb n="20"/> ἐνετίθει, ἀκοὴν μὲν εἰς οὖς, ὄψιν δ’ εἰς ὄμματα καὶ εἰς μυκτῆρας
ὄσφρησιν καὶ τὰς ἄλλας εἰς τὰ οἰκεῖα καὶ συγγενῆ χωρία. μαρτυρεῖ δέ
μου τῷ λόγῳ ὁ θεσπέσιος ἀνὴρ ἐν ὕμνοις λέγων ὧδε· „ὁ φυτεύων οὖς
οὐκ ἀκούει; ὁ πλάσσων ὀφθαλμοὺς οὐκ ἐπιβλέψει“ (Psalm. 93,9) ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="30"><p>καὶ τὰς διηκούσας μέντοι μέχρι σκελῶν τε καὶ χειρῶν καὶ τῶν ἄλλων
<lb n="25"/> τοῦ σώματος μερῶν, ὅσα ἐντός τε καὶ ἐκτός, δυνάμεις ἁπάσας εὐγενῆ
μοσχεύματα εἶναι συμβέβηκε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="31"><p>τὰ δὲ ἀμείνω καὶ τελειότερα τῷ μεσαιτάτῳ καὶ καρποφορεῖν δυναμένῳ διαφερόντως ἡγεμονικῷ προσερρίζου·
ταῦτα δέ εἰσι νόησις, κατάληψις, εὐστοχία, μελέται, μνῆμαι, ἕξεις,
<note xml:lang="mul" type="footnote"><lb/>5 ΜG2H2: ἀνακλήσεται G1H1UF
<lb/>10 οὐδὲ U σκηναῖς UHL1 
<lb/>11 δὲ om. M
<lb/>16 τῶ βραχεῖ κόσμω τῶ ἀνθρώπω M 18.
<lb/>19 ἀπειργάζετο E: ὑπειργάζετο codd.
<lb/>20 τὸ οὖς H
<lb/>23 ὀφθαλμὸν br ἐπιβλέπει Ε 
<lb/>24 διοικούσας UE μέχρι σκελῶν M post ἄλλων add. τῶν MGUH 
<lb/>25 ἐκτός τε καὶ ἐντὸς G
<lb/>26 συμβέβηκεν M
<lb/>27 ἡγεμονικῷ Η: ἡγεμόνι MGUFE προσερίζου UE
<lb/>28 μελέται MGUFE: μελέτη Η 28. 140,1 ἕξεις, διαθέσεις Ε: ἕξις, διάθεσις codd.</note> <note xml:lang="mul" type="footnote">15—140,11 habet Ε p. 608,3—36 M: διεξελθόντες οὖν περὶ—δυσθεράπευτος ἡ ἀλήθεια.</note>  

<pb n="v.2.p.140"/>
διαθέσεις, τεχνῶν ἰδέαι πολύτροποι, βεβαιότης ἐπιστημῶν, τῶν ἀρετῆς
ἁπάσης θεωρημάτων ἄληστος ἀνάληψις. τούτων οὐδὲν οὐδεὶς θνητὸς
ἱκανὸς φυτουργῆσαι, πάντων δὲ ἀθρόων εἷς ὁ ἀγένητος τεχνίτης, οὐ
πεποιηκὼς μόνον, ἀλλὰ καὶ ποιῶν ἀεὶ καθ’ ἕκαστον τῶν γεννωμένων
τὰ φυτὰ ταῦτα.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="8"/> Τοῖς εἰρημένοις ἐστὶν ἀκόλουθος καὶ ἡ τοῦ παραδείσου
φυτουργία· λέγεται γάρ· „ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ
ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“ (Gen. 2,8). τὸ
μὲν οὖν ἀμπέλους καὶ ἐλαιῶν ἢ μηλεῶν ἢ ῥοιῶν ἢ τῶν παραπλησίων
 δένδρα οἴεσθαι * * * πολλὴ καὶ δυσθεράπευτος εὐήθεια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="33"><p>τίνος γὰρ <lb n="10"/>
ἕνεκα, εἴποι τις ἄν; ἵνα ἐνδιαιτήσεις εὐαγώγους ἔχῃ; ὁ γὰρ κόσμος
ἅπας αὐταρκέστατον ἐνδιαίτημα ἂν νομισθείη θεῷ τῷ πανηγεμόνι; ἢ
οὐχὶ μυρίων καὶ ἄλλων δόξαι ἂν ὑστερίζειν, ὡς πρὸς ὑποδοχὴν τοῦ
μεγάλου βασιλέως ἀξιόχρεων ὑποληφθῆναι; χωρὶς τοῦ μηδὲ εὐαγὲς
εἶναι οἴεσθαι τὸ αἴτιον ἐν τῷ αἰτιατῷ περιέχεσθαι [τῷ] μηδὲ τὰ δένδρα <lb n="15"/>
 τοὺς ἐτησίους δήπου φέρειν καρπούς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="34"><p>πρὸς τὴν τίνος οὖν ἀπόλαυσίν
τε καὶ χρῆσιν καρποφορήσει ὁ παράδεισος; ἀνθρώπου μὲν οὐδενός·
οὐδεὶς γὰρ εἰσάγεται τὸ παράπαν τὸν παράδεισον οἰκῶν, ἐπεὶ καὶ τὸν
πρῶτον διαπλασθέντα ἐκ γῆς μεταναστῆναί φησιν ἐνθένδε, ὄνομα Ἀδάμ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="35"><p>καὶ μὴν ὅ γε θεὸς ὥσπερ τῶν ἄλλων καὶ τροφῆς ἀνεπιδεής ἐστιν· <lb n="20"/>
ἀνάγκη γὰρ τὸν τροφῇ χρώμενον δεῖσθαι μὲν τὸ πρῶτον, ἔπειτα δὲ
ὄργανα εὐτρεπίσθαι, δι’ ὧν καὶ τὴν εἰσιοῦσαν παραδέξεται καὶ τὴν
ἐκμασηθεῖσαν θύραζε ἀποπέμψει. <milestone unit="altpage1" n="p. 335 M."/>  ταῦτα δὲ μακαριότητος καὶ εὐδαιμονίας
τῆς περὶ τὸ αἴτιον ἀπᾴδει, τῶν ἀνθρωπόμορφον, ἔτι δὲ καὶ
ἀνθρωποπαθὲς αὐτὸ εἰσαγόντων ἐπ’ εὐσεβείας καὶ ὁσιότητος καθαιρέσει, <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="36"><p> μεγάλων ἀρετῶν, ἐκθεσμότατα ὄντα εὑρήματα. <milestone unit="altref" n="9"/> ἰτέον οὖν ἐπ’
ἀλληγορίαν τὴν ὁρατικοῖς φίλην ἀνδράσι· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς
<note xml:lang="mul" type="footnote"><lb/>2 θνητὸς om. UE
<lb/>3 post ἱκανὸς add. ἐντὸς E ἀθρόον Ε ἀγέννητος UH τεχνητῆς M
<lb/>4 ἀεὶ om. H
<lb/>6 ἀκόλουθος corr. ex ἀκόλουθον M
<lb/>7 ἐν ’Eδὲμ παράδεισον
<lb/>31 ἐν Ἐδὲμ om. F 
<lb/>8 ἔπλασεν] ἐποίησεν U
<lb/>10 ὑπὸ θεοῦ πεφυτεῦσθαι suppleo ἡ εὐήθεια GH2, ἡ ἀλήθεια E
<lb/>11 εὐαγώγου G ὁ γὰρ UF (iateirogatiouis siguum post πανηγεμόνι posui): οὐ γὰρ GUH
<lb/>12 ἄν om. H
<lb/>13 δόξαιεν ὑστερίζειν F
<lb/>14 ἀξιόχρεω MFH1 χωρὶς scripsi: χωρίον codd. τοῦ MGUF: τῶ Η
<lb/>15 ἐν τῶ αἰτιατῷ M: ἐν τῶ GUFH, ἔν τῳ Turn. τῷ seclusi 18.
<lb/>19 τὸ πρῶτον MGF: πρῶτον UH
<lb/>22 εὐτρεπίσθαι MU: ηὐτρεπίσθαι GFII παραδέξηται G
<lb/>24 ἐπᾴδει M τῶν] τὸν G 
<lb/>25 αὐτὸν M
<lb/>20 εὑρέματα H ἰτέον UH (ras. ante τ in Η): εἴτε MGF 
<lb/>27 φίλοις M</note>  

<pb n="v.2.p.141"/>
αὐτὴν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνουσι· λέγουσι γὰρ ἐν τῷ
παραδείσῳ φυτὰ εἶναι μηδὲν ἐοικότα τοῖς παρ’ ἡμῖν, ἀλλὰ ζωῆς, ἀθανασίας,
εἰδήσεως, καταλήψεως, συνέσεως, καλοῦ καὶ πονηροῦ φαντασίας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="37"><p>ταῦτα δὲ χέρσου μὲν οὐκ ἂν εἴη, λογικῆς δὲ ψυχῆς ἀναγκαίως φυτά, <lb n="5"/> <add>ἧς</add> ἡ μὲν πρὸς ἀρετὴν ὁδὸς αὕτη ζωὴν καὶ ἀθανασίαν ἔχουσα τὸ τέλος,
ἡ δὲ πρὸς κακίαν φυγήν τε τούτων καὶ θάνατον. τὸν οὖν φιλόδωρον
θεὸν ὑποληπτέον ἐν τῇ ψυχῇ καθάπερ παράδεισον ἀρετῶν καὶ τῶν κατ’
αὐτὰς πράξεων ἐμφυτεύειν πρὸς τελείαν εὐδαιμονίαν αὐτὴν ἄγοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="38"><p>διὰ τοῦτο καὶ τόπον οἰκειότατον προσένειμε τῷ παραδείσῳ καλούμενον Ἐδέμ
<lb n="10"/> — ἑρμηνεύεται δὲ τρυφή —, σύμβολον ψυχῆς τῆς ἄρτια βλεπούσης,
ἀρεταῖς ἐγχορευούσης καὶ ὑπὸ πλήθους καὶ μεγέθους χαρᾶς ἀνασκιρτώσης,
ἀπόλαυσμα ἓν ἀντὶ μυρίων τῶν παρὰ ἀνθρώποις ἡδίστων προτεθειμένης
τὴν τοῦ μόνου θεραπείαν σοφοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="39"><p>τούτου τοῦ γανώματος ἀκράτου τις σπάσας, ὁ τοῦ Μωυσέως δὴ θιασώτης, ὃς οὐχὶ τῶν ἠμελημένων
<lb n="15"/> ἦν, ἐν ὑμνῳδίαις ἀνεφθέγξατο πρὸς τὸν ἴδιον νοῦν φάσκων
„κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36,4), παρακεκινημένος πρὸς τὸν
οὐράνιον καὶ θεῖον ἔρωτα τῇ φωνῇ, τὰς μὲν <add>ἐν</add> τοῖς λεγομένοις καὶ
φαινομένοις ἀνθρωπίνοις ἀγαθοῖς χλιδὰς καὶ θρύψεις ἀλήκτους δυσχεράνας,
ὅλον δὲ τὸν νοῦν ὑπὸ θείας κατοχῆς συναρπασθεὶς οἴστρῳ καὶ
<lb n="20"/> ἐνευφραινόμενος μόνῳ θεῷ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="40"><p><milestone unit="altref" n="10"/> καὶ τὸ πρὸς ἀνατολαῖς μέντοι τὸν παράδεισον εἶναι (Gen. 2, 8) δεῖγμα τοῦ λεχθέντος ἐστί· σκοταῖον μὲν
γὰρ καὶ δυόμενον καὶ νυκτιφόρον ἀφροσύνη, λαμπρότατον δὲ καὶ περιαυγέστατον
καὶ ἀνατέλλον ὡς ἀληθῶς φρόνησις. καὶ καθάπερ ἀνίσχων
ἥλιος ὅλον τὸν οὐρανοῦ κύκλον φέγγους ἀναπληροῖ, τὸν αὐτὸν τρόπον
<lb n="25"/> αἱ ἀρετῆς ἀκτῖνες ἀναλάμψασαι τὸ διανοίας χωρίον ὅλον μεστὸν αὐγῆς
καθαρᾶς ἀπεργάζονται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>