<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="81"><p>τὴν γοῦν παράλιον ᾠδὴν ᾄδουσι μὲν πάντες ἄνδρες, οὐ μὴν τυφλῇ <lb n="15"/> διανοίᾳ, ἀλλ’ ὀξὺ καθορῶντες Μωυσέως ἐξάρχοντος, ᾄδουσι δὲ καὶ
γυναῖκες αἱ πρὸς ἀλήθειαν ἄρισται, τῷ τῆς ἀρετῆς ἐγγεγραμμέναι
πολιτεύματι, Μαριὰμ ἀφηγουμένης αὐταῖς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="82"><p><milestone unit="altref" n="18"/> ὕμνος δὲ ὁ αὐτὸς ἀμφοτέροις ᾄδεται τοῖς χοροῖς ἐπῳδὸν ἔχων θαυμασιώτατον, ὃν ἐφυμνεῖσθαι
καλόν· ἔστι δὲ τοιόσδε· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ
  <milestone unit="altpage2" n="p. 313 M."/> δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15,1.21)·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="83"><p><lb n="21"/> ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ
κακιῶν ἀλκιμώτατον στῖφος—καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ
πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ὤων Mang.: ὅλων codd. κακιῶν addidi ἑκάστων λογισμοῖς conicio ex λογισμῶν corr. λογισμὸν Α
<lb/>2 νομίζουσιν Α, νομισθῶσιν coni. Mang.
<lb/>5 εἴδωσι Α ἁρμόττει s. s. Η2
<lb/>7 δὲ Η: δὴ MAG
<lb/>8 ἀναμέλψουσιν Maug.: ἀναμέλψωσιν codd. ἁρμονίαν in ras. M
<lb/>9 Μωσεῖ codd.
<lb/>10 καὶ om. L 12.
<lb/>13 τό τε] τοῦ τε M
<lb/>13 post εὐχαριστίᾳ hab. γνώμη Η, postea del.
<lb/>14 οὐ GH: οἱ MA μὴν H2: μὲν MAH1, om. G τυφλοὶ Α
<lb/>15 Μωυσέως MA: Μωυσέος GH 
<lb/>16 αἱ om. H
<lb/>17 ἀφηγουμέναις Α δ’ Α 17.
<lb/>18 ἀμφοτέροις ὁ αὐτὸς Α 
<lb/>17 αὐτῆς M(H1)
<lb/>19 δὲ καὶ G τοιόσδε G: τοιόνδε MAH
<lb/>20 δεδοξάσθαι AG
<lb/>21 ἧ M, om. Α
<lb/>22 ὑπέρμαχον G
<lb/>23 τέσσαρες G 24. 112,1 νοῦς ὁ μισάρετος καὶ φιλοπαθὴς H</note> <note xml:lang="mul" type="footnote"><lb/>19 Clemens Strom. V
<lb/>52 p. 677 P: ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγη ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος τὴν ἐπιθυμίαν σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι, „ἔρριψεν εἰς θάλασσαν“ εἰς τἀς κοσμικὰς ἀταξίας ἀποβαλών.</note>  

<pb n="v.2.p.112"/>
φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις
τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις
 θρέμμασιν ἐγεγήθει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="84"><p>παγκάλως οὖν ὁ νομοθέτης ἐν ταῖς
παραινέσεσιν ἐκδιδάσκει μηδ’ ἄρχοντα χειροτονεῖν ἱπποτρόφον, ἀνεπιτήδειον
οἰόμενος εἶναι πρὸς ἡγεμονίαν πάνθ’ ὃς ἂν περὶ ἡδονὰς καὶ <lb n="5"/>
ἐπιθυμίας καὶ ἔρωτας ἀκαθέκτους μεμηνὼς οἷα ἀχαλίνωτος καὶ ἀφηνιαστὴς
ἵππος οἰστρᾷ· λέγει γὰρ ὧδε· „οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν
ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι· διότι οὐ πληθυνεῖ ἑαυτῷ
ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον“ (Deut. 17,15. 16).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="85"><p>οὐκοῦν τῶν ἱπποτρόφων πρὸς ἀρχὴν πέφυκεν οὐδεὶς κατὰ τὸν ἱερώτατον <lb n="10"/>
Μωυσῆν· καίτοι φαίη τις ἂν ἴσως, ὅτι μεγάλη χείρ ἐστι βασιλέως
ἱππικὴ δύναμις οὔτε πεζῆς οὔτε ναυτικῆς ἀποδέουσα, πολλαχοῦ δὲ καὶ
λυσιτελεστέρα καὶ μάλιστα ἐν οἷς ἀνυπερθέτου καὶ συντόνου τάχους τῆς
ἐπεξόδου δεῖ τῶν καιρῶν μέλλειν οὐκ ἐπιτρεπόντων, ἀλλ’ ἐπ’ αὐτῆς
ἱσταμένων ἀκμῆς, ὡς μὴ ἀναβάλλεσθαι τοὺς ὑστερηκότας μᾶλλον ἢ <lb n="15"/>
ἀποτυχεῖν ἂν εἰκότως εἰσάπαν νομισθῆναι, φθάντων παρελθεῖν ὥσπερ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="86"><p> νέφους ἐκείνων. <milestone unit="altref" n="19"/> εἴποιμεν δ’ ἂν αὐτοῖς· οὐδεμίαν, ὦ γενναῖοι,
φρουρὰν ἄρχοντος ὁ νομοθέτης ὑποτέμνεται οὐδὲ τὸ συλλεχθὲν αὐτῷ
στράτευμα ἀκρωτηριάζει τῆς δυνάμεως τὸ ἀνυσιμώτερον, τὴν ἱππικὴν
δύναμιν, ἀποκόπτων, ἀλλ’ ὡς οἷόν τε πειρᾶται συναύξειν, ἵν’ εἴς τε <lb n="20"/>
ἰσχὺν καὶ πλῆθος ἐπιδόντες οἱ σύμμαχοι ῥᾷστα τοὺς ἐναντίους καθαιρῶσι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="87"><p>τίνι γὰρ οὕτω λοχίσαι στράτευμα καὶ τάξαι καὶ κατὰ φάλαγγας διανεῖμαι
καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἄλλους πλειόνων ἢ ἐλαττόνων
ἡγεμόνας καταστῆσαι ἢ ὅσα τακτικὰ καὶ στρατηγικὰ εὕρηται [καὶ] τοῖς
ὀρθῶς χρησομένοις ὑφηγήσασθαι κατὰ πολλὴν τῆς ἐν τούτοις ἐπιστήμης <lb n="25"/>
 περιουσίαν ἐξεγένετο;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="88"><p>ἀλλὰ γὰρ οὐκ ἔστι νῦν ὁ λόγος αὐτῷ περὶ
δυνάμεως ἱππικῆς, ἣν συγκροτεῖσθαι πρὸς ἄρχοντος ἐπ’ ἀναιρέσει
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ ἐπιθυμίαις om. Η 3—11 παγκάλως—βασιλέως add. m. rec. in mg. H 
<lb/>5 ὃς ἄν] ὅσα Α
<lb/>7 ἐπὶ σεαυτὸν ex LXX scripsi: ἐπ’ αὐτὸν codd., ἐφ’ αὑτὸν v 
<lb/>9 ἵππος Η οὐδὲ MG: οὐδ’ οὐ ΑΗ ἀποστρέψῃ MH: ἀποστρέψει AG εἰς H: om. ceteri
<lb/>10 τὸν ἱπποτρόφον Α
<lb/>11 Μωσῆν Η
<lb/>13 ἀνυπερθέτου καὶ συντόνου τάχους scripsi: ἀνυπερθέτω καὶ συντόμῳ συντόνῳ coni. Mang.) τάχει codd. τάχει] τύχη Λ2
<lb/>14 ἐπ’ ἐξόδου Α
<lb/>16 εἰς ἅπαν M φθάνων L
<lb/>17 εἴποιμ’ ἄν coni. Mang.
<lb/>19 ὀνησιμώτερον Α2, ἀνυσιμώτατον conicio
<lb/>20 οἴονται A 
<lb/>21 ἐπιδόντες MAG: ἐπιδιδόντες H τοὺς ἐναντίους βαστᾶ Η καθαίρωσι codd. 
<lb/>22 οὕτως Η λοχῆσαι Α στρατεύματα Η
<lb/>23 ταξιάρχας Α τῶν πλειόνων H
<lb/>24 εὕρηται Turn.: εὕρηνται codd. καὶ sccl. Mang.
<lb/>25 ὀρθοῖς <lb n="1"/> χρησαμένοις A πολὺ τὴν ἐν Α</note>  

<pb n="v.2.p.113"/>
δυσμενῶν καὶ σωτηρίᾳ φίλων ἀναγκαῖον, ἀλλὰ περὶ τῆς κατὰ ψυχὴν
ἀλόγου καὶ ἀμέτρου καὶ ἀπειθοῦς φορᾶς, ἣν ἐπιστομίζειν λυσιτελές, μή
ποτε τὸν λαὸν αὐτῆς ἅπαντα εἰς Αἴγυπτον, τὴν τοῦ σώματος χώραν,
ἀποστρέψῃ καὶ φιλήδονον καὶ φιλοπαθῆ μᾶλλον ἢ φιλάρετον καὶ φιλόθεον
 ἀνὰ κράτος  <milestone unit="altpage2" n="p. 314 M."/> ἐργάσηται, ἐπειδὴ τὸν πλῆθος ἵππων παρ’ ἑαυτῷ κτώμενον
<lb n="6"/> ἀνάγκη τὴν εἰς Αἴγυπτον, ὡς αὐτὸς ἔφη, βαδίζειν ὁδόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="89"><p>ὅταν γὰρ καθ’ ἑκάτερον τοῖχον τῆς ψυχῆς νεὼς τρόπον, τόν τε νοῦ καὶ αἰσθήσεως,
ὑπὸ βίας τῶν καταπνεόντων εἰς αὐτὴν παθῶν τε καὶ ἀδικημάτων
ἀντιρρεπούσης καὶ κλινομένης ἐξαιρόμενον ἐπιβαίνῃ τὸ κῦμα, τόθ’ ὡς
<lb n="10"/> εἰκὸς ὑπέραντλος ὁ νοῦς γινόμενος καταποντοῦται· βυθὸς δέ ἐστιν, εἰς
ὃν καταποντοῦται καὶ καταδύεται, σῶμα αὐτὸ τὸ ἀπεικασθὲν Αἰγύπτῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="90"><p><milestone unit="altref" n="20"/> μή ποτ’ οὖν περὶ τοῦτο σπουδάσῃς τῆς ἱπποτροφίας τὸ εἶδος. οἱ μὲν γὰρ θάτερον μετιόντες ψεκτοὶ μὲν καὶ αὐτοί· πῶς γὰρ οὔ; παρ’
οἷς ἄλογα ζῷα μᾶλλον τετίμηται, ὧν ἐκ τῆς οἰκίας ἵππων μὲν ἀγέλαι
<lb n="15"/> κατευωχημένων ἀεὶ προέρχονται, ἀνθρώπων δὲ ἑπομένων οὐδὲ εἷς
ἔρανον εἰς ἐπανόρθωσιν ἐνδείας, οὐ δωρεὰν εἰς περιουσίαν εὑρισκόμενος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="91"><p>ἀλλ’ ὅμως κουφότερα ἀδικοῦσιν· ἀθλητὰς γὰρ ἵππους ἀνατρέφοντες τούς τε ἱεροὺς ἀγῶνας καὶ τὰς πανταχῇ πανηγύρεις ἀγομένας φασὶ κοσμεῖν
καὶ οὐχ ἡδονῆς μόνον [ἀλλὰ] καὶ τῆς περὶ τὴν θέαν τέρψεως
<lb n="20"/>αἴτιοι γίνεσθαι τοῖς ὁρῶσιν, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀσκήσεώς τε καὶ μελέτης·
οἱ γὰρ τὸν τοῦ νικηφορῆσαι πόθον ἐνιδόντες θηρίοις, διὰ τιμῆς
ἔρωτα καὶ ζῆλον ἀρετῆς ἀλέκτῳ τινὶ προτροπῇ καὶ προθυμίᾳ χρησάμενοι,
πόνους ἡδεῖς ὑποστάντες τῶν οἰκείων καὶ ἐπιβαλλόντων οὐκ
ἀφέξονται, πρὶν ἢ ἐπὶ τέλος ἐλθεῖν αὐτῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="92"><p>ἀλλ’ οὗτοι μὲν εὑρεσιλογοῦσιν <lb n="25"/> ἀδικοῦντες, οἱ δ’ ἄνευ ἀπολογίας διαμαρτάνοντές εἰσιν οἱ τὸν
ἀναβάτην νοῦν ἔποχον ἀποφαίνοντες ἄπειρον ἱππικῆς ἐπιστήμης κακίᾳ
<note xml:lang="mul" type="footnote"><lb/>3 λαὸν GL: ἄλλον MAH
<lb/>5 ἐργάσηται] η Η2 in ras.
<lb/>7 τοῖχον] τυχὼν Α 
<lb/>8 βίας τῶν G: βιαστῶν MH, βιασθῶ Α καταπνεόντων Η: κακὰ πνεόντων MAG 
<lb/>9 ἐξαιρούμενον G
<lb/>10 ὑπέραντλος GH: ὑπεραντᾶ M, ὑπὲρ αὐτὰ Α ὁ] ὅσω M γινόμενος MGH: γενόμενος ante ὁ νοῦς Α
<lb/>11 τὸ om. L
<lb/>14 τετίμηται μᾶλλον Α, μᾶλλον om. L τετίμηται <add>ἀνθρώπων</add> conicio 14.
<lb/>15 ἵππον et κατευωχημένον Α
<lb/>14 ἀγέλαι H2: ἄγεται ceteri
<lb/>15 προέρχονται H2: προέρχεται ceteri ἑπομένων] πενομένων vel πενήτων conicio, αἰτουμένων Cohn οὐδ’ Α εἶς H: εἰς MAG
<lb/>16 εἰς prius H2: om. ceteri οὐ] οὐδὲ conicio 17—114,8 ἀθλητὰς—ἐπιστήμην add. m. rec. in mg. Η
<lb/>17 ἀναστρέφοντες A
<lb/>18 πανταχοῦ AG
<lb/>19 ὠὰ eras. G, habent eeteri αἴτιον Α 
<lb/>20 γίνεσθαι ex γενέσθαι corr. Η καλῶν Mang.: κακῶν codd.
<lb/>21 ἐνιδόντες Mang.: ἐνδιδόντες codd.
<lb/>22 ἀλήκτῳ Α ἡδέως coni. Mang.
<lb/>24 ἢ om. A 
<lb/>25 ἁμαρτάνοντες Α</note>  

<pb n="v.2.p.114"/>
 καὶ πάθει τετράποδι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="93"><p>ἐὰν μέντοι τέχνην τὴν ἡνιοχικὴν ἀναδιδαχθεὶς
ἐπὶ πλέον ἐνομιλήσῃς καὶ ἐνδιατρίψῃς αὐτῇ καὶ ἤδη νομίσῃς ἱκανὸς εἶναι
δύνασθαι κρατεῖν ἵππων, ἀναβὰς ἔχου τῶν ἡνιῶν· οὕτως γὰρ οὔτε
ἀνασκιρτώντων αὐτὸς ἀποπίπτων μετὰ τραυμάτων δυσιάτων γέλωτα παρ’
ἐπιχαιρεκακοῦσιν ὀφλήσεις θεαταῖς οὔτ’ ἐξ ἐναντίας ἢ κατόπιν ἐπιτρεχόντων <lb n="5"/>
ἐχθρῶν ἁλώσῃ, τοὺς μὲν τάχει φθάνων τῷ προεκδραμεῖν
διώκοντας, τῶν δὲ προσιόντων ἀλογῶν διὰ τὴν τοῦ δύνασθαι ἐξαναχωρεῖν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="94"><p> ἀσφαλῶς ἐπιστήμην. <milestone unit="altref" n="21"/> οὐκ εἰκότως οὖν Μωυσῆς ἐπὶ τῇ τῶν
ἀναβατῶν ᾄδων ἀπωλείᾳ τοῖς ἱππεῦσιν εὔχεται σωτηρίαν παντελῆ;
δύνανται γὰρ οὗτοι χαλινὸν ταῖς ἀλόγοις δυνάμεσιν ἐμβαλόντες αὐτῶν <lb n="10"/>
ἐπιστομίζειν τῆς πλεοναζούσης τὴν φορὰν ὁρμῆς. τίς οὖν ἡ εὐχή,
λεκτέον· „γενέσθω“ φησί „Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου,
δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν
 περιμένων κυρίου“ (Gen. 49,17. 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="95"><p>ὃ δ’ αἰνίττεται διὰ τῆς εὐχῆς,
μηνυτέον· ἑρμηνεύεται Δὰν κρίσις· τὴν <milestone unit="altpage1" n="p. 315 Μ"/>  οὖν ἐξετάζουσαν καὶ ἀκριβοῦσαν
καὶ διακρίνουσαν καὶ τρόπον τινὰ δικάζουσαν ἕκαστα τῆς ψυχῆς δύναμιν <lb n="16"/>
ὡμοίωσε δράκοντι—ζῷον δ’ ἐστὶ καὶ τὴν κίνησιν ποικίλον καὶ συνετὸν
ἐν τοῖς μάλιστα καὶ πρὸς ἀλκὴν ἕτοιμον καὶ τοὺς χειρῶν ἄρχοντας
ἀδίκων ἀμύνασθαι δυνατώτατον—, οὐ μὴν τῷ φίλῳ καὶ συμβούλῳ
ζωῆς—Εὔαν πατρίῳ γλώττῃ καλεῖν αὐτὴν ἔθος—, ἀλλὰ τῷ πρὸς <lb n="20"/>
Μωυσέως ἐξ ὕλης χαλκοῦ δημιουργηθέντι, ὃν οἱ δηχθέντες ὑπὸ τῶν
ἰοβόλων ὄφεων καίτοι μέλλοντες τελευτήσειν ὁπότε κατίδοιεν ἐπιβιοῦν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="96"><p> καὶ μηδέποτε ἀποθνῄσκειν λέγονται (Num. 21,8). <milestone unit="altref" n="22"/> ταῦτα δ’
οὕτως μὲν λεγόμενα φάσμασιν ἔοικε καὶ τέρασι, δράκων ἀνθρώπου
προϊέμενος φωνὴν καὶ ἐνσοφιστεύων ἀκακωτάτοις ἤθεσι καὶ πιθανότησιν <lb n="25"/>
εὐπαραγώγοις γυναῖκα ἀπατῶν, καὶ ἕτερος αἴτιος σωτηρίας γενόμενος
 παντελοῦς τοῖς θεασαμένοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="97"><p>ἐν δὲ ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι τὸ μὲν
μυθῶδες ἐκποδὼν οἴχεται, τὸ δ’ ἀληθὲς ἀρίδηλον εὑρίσκεται· τὸν μὲν
οὖν τῆς γυναικὸς ὄφιν, αἰσθήσεως καὶ σαρκῶν ἐκκρεμαμένης ζωῆς,
ἡδονὴν εἶναί φαμεν, ἰλυσπωμένην καὶ πολυπλοκωτάτην, ἀνεγερθῆναι μὴ <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀναδιδαχθῆς Α
<lb/>3 οὕτω AG 4.
<lb/>5 παρ’ ἐπιχαιρεκακοῦσιν MA: παρά χαιρεκακοῦσιν G1H, παρὰ πᾶσι χαιρεκακοῦσιν G2
<lb/>7 δὲ om. GA ἀλόγων MA 
<lb/>8 οὐκ] ras. G
<lb/>9 ἔχεται MA
<lb/>10 ἐμβάλλοντες Α αὐτῶν MA: αὐῶν GH
<lb/>18 ὡμοίωσε Η2: ὁμοίωσε G, ὁμοίως ἐν MA(H1) καὶ prius MAGH1: om. H2 
<lb/>21 Μωϋσέως M: Μωϋσέος AGH
<lb/>23 μηδέ τότε MH1
<lb/>24 φάσκουσιν G 
<lb/>25 ἀκακώτοις coni. Mang.
<lb/>26 ἕτερος H: ἑτέροις MAG γινόμενος conicio 
<lb/>27 παντελοῦς Mang.: παντελῶς codd.
<lb/>28 ἀρίδηλον ἀληθὲς Η
<lb/>29 οὖν GH2: τοίνυν νοῦν M, οὖν τοίνυν A(H1)
<lb/>30 μὴ om. A</note>  

<pb n="v.2.p.115"/>
δυναμένην, αἰεὶ καταβεβλημένην, ἐπὶ μόνα τὰ γῆς ἕρπουσαν ἀγαθά,
καταδύσεις τὰς ἐν τῷ σώματι ζητοῦσαν, ὥσπερ ὀρύγμασιν ἢ χάσμασιν
ἑκάστῃ τῶν αἰσθήσεων ἐμφωλεύουσαν, σύμβουλον ἀνθρώπου, φονῶσαν
κατὰ τοῦ κρείττονος, ἰοβόλοις καὶ ἀνωδύνοις γλιχομένην δήγμασιν ἀποκτεῖναι·
<lb n="5"/> τὸν δὲ Μωυσέως ὄφιν τὴν ἡδονῆς ἐναντίαν διάθεσιν, καρτερίαν,
παρὸ καὶ τῆς χαλκοῦ κραταιοτάτης ὕλης κατεσκευασμένος εἰσάγεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="98"><p>τὸν οὖν ἄκρως καταθεασάμενον τὸ καρτερίας εἶδος, κἂν εἰ δεδηγμένος πρότερον ὑπὸ τῶν φίλτρων ἡδονῆς τυγχάνοι, ζῆν ἀναγκαῖον· ἡ μὲν γὰρ
ἐπανατείνεται ψυχῇ θάνατον ἀπαραίτητον, ἐγκράτεια δ’ ὑγείαν καὶ
<lb n="10"/> σωτηρίαν προτείνει βίου. ἀντιπαθὲς δ’ ἀκολασίας φάρμακον ἡ ἀλεξίκακος σωφροσύνη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="99"><p>παντὶ δὲ σοφῷ τὸ καλὸν φίλον, ὃ καὶ πάντως ἐστὶ   <milestone unit="altpage2" n="p. 316 M."/> σωτήριον. ὥσθ’ ὅταν εὔχηται Μωυσῆς γενέσθαι τῷ Δὰν ἢ αὐτὸν
ἐκεῖνον ὄφιν—ἑκατέρως γὰρ ἔστιν ἐκδέξασθαι —, παραπλήσιον τῷ
ὑπ’ αὐτοῦ κατασκευασθέντι, ἀλλ’ οὐχ ὅμοιον τῷ τῆς Εὔας εὔχεται·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="100"><p><lb n="15"/> τὴν γὰρ εὐχὴν ἀγαθῶν αἴτησιν εἶναι συμβέβηκε. τὸ μὲν οὖν τῆς καρτερίας γένος ἀγαθὸν καὶ οἰστικὸν ἀφθαρσίας, ἀγαθοῦ τελείου, τὸ δὲ
τῆς ἡδονῆς κακὸν τὴν μεγίστην τιμωρίαν ἐπιφέρον, θάνατον. διὸ λέγει·
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>