<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:181-183</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:181-183</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="181"><p>τεκμήριον δέ· οἰωνοῖς καὶ ψευδέσι μαντείαις ἑπόμενος οὐδ’ ὅτε τὸ τῆς ψυχῆς μεμυκὸς ὄμμα
ἀναβλέψας „εἶδε τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστῶτα“ (Num. 22,31),
μετατραπόμενος ἐπέσχε τὸ ἀδικεῖν, ἀλλὰ πολλῷ τῷ τῆς ἀφροσύνης
<lb n="20"/> χρησάμενος ῥεύματι ἐπικλυσθεὶς κατεπόθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="182"><p>τότε γὰρ ὡς ἀληθῶς οὐ δυσθεράπευτα μόνον ἀλλὰ καὶ παντελῶς ἀνίατα γίνεται τὰ τῆς ψυχῆς
ἀρρωστήματα, ὅταν ἐπιστάντος ἐλέγχου — λόγος δ’ ἐστὶ θεῖος, ἄγγελος
ποδηγετῶν καὶ τὰ ἐν ποσὶν ἀναστέλλων, ἵνα ἄπταιστοι διὰ λεωφόρου
βαίνωμεν τῆς ὁδοῦ (Psalm. 90,11.12) — τὰς ἀκρίτους ἑαυτῶν γνώμας
<lb n="25"/> πρὸ τῶν ὑφηγήσεων τάττωμεν τῶν ἐκείνου, ἃς ἐπὶ νουθεσίᾳ καὶ
σωφρονισμῷ καὶ τῇ τοῦ παντὸς ἐπανορθώσει βίου συνεχῶς εἴωθε
ποιεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="183"><p>διὰ τοῦθ’ ὁ μὴ πεισθείς, μὴ μετατρεπόμενος τῷ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ αὔρα] λαύρα Α
<lb/>2 πολυρροίαις Α ἀμποτίζοντα UPL τοτὲ F 
<lb/>4 δ’ U πολλὴν τῆς UF: πολλῆς ceteri
<lb/>6 περιτρέψασα Η 
<lb/>7 μηδ’] μή τι L ποιότητος FP
<lb/>8 αἰτίους UF
<lb/>9 συναμαρτάνειν U 
<lb/>10 τὰ αὐτὰ UF τὸ γενέσεως—ἐστι καὶ om. F
<lb/>11 πορευσώμεθα Η2 ὁρικαῖς P 
<lb/>12 μεταναστῆναι UFL2: μεταναστεῦσαι ceteri
<lb/>13 οὐρανίαν v
<lb/>14 ἔμπαλιν scripsi: ἐν πᾶσι MAGUFP2, om. HP1
<lb/>15 ἕνεκα καὶ AUF
<lb/>16 οὐκοῦν οὐ βλάστημα L 
<lb/>17 οὐδ’ om. G
<lb/>18 ἀναβλέψαν v τοῦ θεοῦ om. F οὐ post ἀνθεστῶτα add. G2
<lb/>19 μετατραπόμενος MAGHP: μετατρεπόμενος UF ὑπέσχετο Α, ἐπέσχετο V
<lb/>21 γίγνεται UF τῆς om. MA
<lb/>22 λόγος] ἔλεγχος coni. Mang. 
<lb/>24 ἑαυτοῦ U γνώμας] φορὰς UF
<lb/>27 διὰ UFHL1: ἄγαν διὰ MG, ἄγαν APL2 ἀγγέλῳ δὲ τοῦ θεοῦ ὁ μὴ πεισθεὶς coni. Mang. καὶ post πεισθεὶς add. P</note>  

<pb n="v.2.p.94"/>
ἀντιβαίνοντι ἐλέγχῳ „φθορὰν τὴν μετὰ τῶν τραυματιῶν“ (Num. 31,8) αὖθις
ἐνδέξεται, οὓς κατεκέντησε καὶ κατέτρωσε τὰ πάθη. γενήσεται δ’ ἡ
τούτου συμφορὰ τοῖς μὴ τελέως δυσκαθάρτοις δίδαγμα αὐταρκέστατον
τοῦ πειρᾶσθαι τὸν ἔνδον δικαστὴν ἔχειν εὐμενῆ· σχήσουσι δέ, εἰ μηδὲν
τῶν ὀρθῶς ὑπ’ αὐτοῦ γνωσθέντων ἀναδικάζοιεν.</p><lb n="5"/><note xml:lang="mul" type="footnote"><lb/>1 τραυματιῶν] πραγματειῶν UF
<lb/>2 ἐνδέξεται FHP: ἐνδέξηται
<lb/>31 AG, ἀναδέξεται U καὶ om. UF κατέτρωσε MAG: κατέστρωσε UFHP δ’ ἡ] δὴ AP
<lb/>3 δεῖγμα UF, δίγμα Α αὐταρκέστατον] αἰ παρ’ ἕκαστον MA 
<lb/>4 σχήσουσι] ἰσχύσουσι Α
<lb/>5 ἀναδιδάξοιεν GUF subscriptio in G: φίλωνος ὅτι ἄτρεπτον τὸ θεῖον, in U: φίλωνος ἰουδαίου περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον.</note></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>