<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="21"><p>οἴχεται γὰρ εὐθέως μεταναστᾶσα, τοὺς προσεληλυθότας
οἰκήτορας νόμον καὶ δίκην ἐκδεδιῃτημένους ἀποστραφεῖσα, πρὸς <lb n="5"/>
οὓς οὐδ’ ἄν ποτε ἧκεν, εἰ μὴ τοῦ διελέγξαι χάριν τοὺς ἀντὶ καλῶν
 αἰσχρὰ αἱρουμένους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="22"><p>λέγεται δὲ θεοῦ πνεῦμα καθ’ ἕνα μὲν τρόπον ὁ
ῥέων ἀὴρ ἀπὸ γῆς, τρίτον στοιχεῖον ἐποχούμενον ὕδατι — παρό φησιν
ἐν τῇ κοσμοποιίᾳ· „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“ (Gen.
1,2), ἐπειδήπερ ἐξαιρόμενος ὁ ἀὴρ κοῦφος ὢν ἄνω φέρεται ὕδατι βάσει <lb n="10"/>
χρώμενος —, καθ’ ἕτερον δὲ τρόπον ἡ ἀκήρατος ἐπιστήμη, ἧς πᾶς ὁ
 σοφὸς εἰκότως μετέχει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="23"><p>δηλοῖ δὲ ἐπὶ τοῦ τῶν ἁγίων ἔργων δημιουργοῦ
καὶ τεχνίτου φάσκων, ὅτι „ἀνεκάλεσεν ὁ θεὸς τὸν Βεσελεὴλ καὶ
ἐνέπλησεν αὐτὸν πνεύματος θείου, σοφίας, συνέσεως, ἐπιστήμης, ἐπὶ
παντὶ ἔργῳ διανοεῖσθαι“ (Exod. 31, 2 — 3)· ὥστε τὸ τί ἐστι πνεῦμα <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="24"><p> θεῖον ὁρικῶς διὰ τῶν λεχθέντων ὑπογράφεσθαι. <milestone unit="altref" n="6"/> τοιοῦτόν ἐστι καὶ
τὸ Μωυσέως πνεῦμα, ὃ ἐπιφοιτᾷ τοῖς ἑβδομήκοντα πρεσβυτέροις τοῦ
διενεγκεῖν ἑτέρων καὶ βελτιωθῆναι χάριν· <milestone unit="altpage1" n="p. 266 Μ"/>  οἷς οὐδὲ πρεσβυτέροις πρὸς
ἀλήθειαν ἔνεστι γενέσθαι μὴ μεταλαβοῦσι τοῦ πανσόφου πνεύματος
ἐκείνου. λέγεται γὰρ ὅτι „ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ <lb n="20"/>
 ἐπιθήσω ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους“ (Num. 11,17).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="25"><p>ἀλλὰ μὴ
νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’ οἵα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἢ UH2: om. MAH2P
<lb/>3 συμφυλάξαι U
<lb/>4 ἀμηχανοῦσιν U 4.5 προσεληλυθότας UH1P προεληλυθότας MA, μετεληλυθότας H2
<lb/>5 ἐκδεδιητημένους U: ἐκδεδιητημένοις MAP, ἐκδεδιητημένην Η ἀποστραφεῖσα om. U
<lb/>6 οὐδ’] οὐκ U 
<lb/>7 προαιρουμένους U
<lb/>8 ἀπὸ MAH1P: τὸ ἀπὸ U, ἐπὶ H2 παρ’ ὃ MAU 
<lb/>10 ἐξαιρούμενος P ὁ om. U
<lb/>12 δ’ U ἔργου HP
<lb/>13 ὅτι ἀνεκάλεσεν HP: ὅταν ἐκάλεσεν MA, ὅτι ἐκάλεσε U ὁ θεὸς] (??) U 14 ἐπλήρωσεν U ἐπὶ] ἐν U
<lb/>16 ὁριστικῶς U
<lb/>17 Μωυσέος AHP ἐπεφοίτησε U 18.
<lb/>19 πρὸς ἀλήθειαν ἔνεστι προσγενέσθαι U, ἔνεστι γενέσθαι πρὸς ἀλήθειαν HP
<lb/>19 μεταλαχοῦσι Α
<lb/>20 ἀπό om. V
<lb/>22 post οὕτως add. τὴν H 2 γίνεσθαι καὶ διάζευξιν U</note> <note xml:lang="mul" type="footnote"><lb/>22 sqq. Origenes Contra Celsum VI
<lb/>70 p. 685: ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος οὐ κατὰ ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις, Ilomilia in Numeros VI
<lb/>2 p. 287: quod dixit, quia assumens de spiritu Moysi dedit septuaginta senioribus spiritum, non ita intellegas, quasi materialem aliquam corporeamque substantiam auferens deus a Moyse in septuaginta secuerit portiones et ifa unicuique seniorum exiguam particulam dederit. impium est ita intelligere naturara spiritus sancti. sed hoc modo figuram mystici huius sermonis adverte, quasi Moyses et spiritus qui erat in Moyse clarissimi cuiusdam luminis fuerit lucerna, ex qua alias septuaginta lucernas accenderit deus, ad quas ita principalis iilius luminis splendor pervenerit, ut origo ipsa luminis nihil damni ex commercio derivationis acceperit. cf. Augustini Quaest. libr. IV
<lb/>55 —6 Clem. Alex. Strom. I §
<lb/>12 p. 323 P: τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δέ εἰς φθορὰν ὦν μεταλαμβάνει οὐδείς.</note>  

<pb n="v.2.p.47"/>
γένοιτ’ ἂν ἀπὸ πυρὸς, ὅ, κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ ὁτιοῦν ἐλαττωθὲν
ἐν ὁμοίῳ. τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης ἡ φύσις· τοὺς γὰρ
φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’ οὐδὲν μέρος
ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ
<lb n="5"/> τὰς ἀπαντλουμένας πηγάς· καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον
γλυκαίνεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="26"><p>αἱ γὰρ συνεχεῖς πρὸς ἑτέρους ὁμιλίαι μελέτην καὶ ἄσκησιν ἐμποιοῦσαι ὁλόκληρον τελειότητα ἐργάζονται. εἰ μὲν οὖν τὸ ἴδιον αὐτοῦ
Μωυσέως πνεῦμα ἤ τινος ἄλλου γενητοῦ τοσούτῳ πλήθει γνωρίμων
ἔμελλε διανέμεσθαι, κἂν κατακερματισθὲν εἰς μοίρας τοσαύτας ἐμειοῦτο.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="27"><p><lb n="10"/> νῦν δὲ τὸ ἐπ’ αὐτῷ πνεῦμά ἐστι τὸ σοφόν, τὸ θεῖον, τὸ ἄτμητον, τὸ ἀδιαίρετον, τὸ ἀστεῖον, τὸ πάντῃ δι’ ὅλων ἐκπεπληρωμένον· ὅπερ
ὠφελοῦν οὐ βλάπτεται οὐδὲ μεταδοθὲν ἑτέροις οὐδ’ αὖ προστεθὲν
ἐλαττοῦται τὴν σύνεσιν καὶ ἐπιστήμην καὶ σοφίαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="7"/> διὸ δὴ πνεῦμα θεῖον μένειν μὲν δυνατὸν ἐν ψυχῇ, διαμένειν δὲ ἀδύνατον, ὡς εἴπομεν.
<lb n="15"/> καὶ τί θαυμάζομεν; οὐδὲ γὰρ ἄλλου τὸ παράπαν οὐδενὸς ἐχυρὰ καὶ
βέβαιος ἐγγίνεται κτῆσις ἀντιρρεπόντων καὶ πρὸς ἑκάτερα ταλαντευόντων
τῶν ἀνθρωπίνων πραγμάτων καὶ ἄλλοτε ἀλλοίας ἐνδεχομένων μεταβολάς.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="29"><p>αἴτιον δὲ τῆς ἀνεπιστημοσύνης μέγιστον ἡ σὰρξ καὶ ἡ πρὸς σάρκα οἰκείωσις· καὶ αὐτὸς δὲ ὁμολογεῖ φάσκων „διὰ τὸ εἶναι αὐτοὺς σάρκας“
<lb n="20"/> μὴ δύνασθαι τὸ θεῖον πνεῦμα καταμεῖναι. καίτοι καὶ γάμος καὶ παιδοτροφία
καὶ πορισμὸς τῶν ἀναγκαίων ἀδοξία τε μετὰ ἀχρηματίας καὶ
πραγματεῖαι, ὧν αἱ μὲν ἴδιαι αἱ δὲ κοιναί, καὶ μυρία ἄλλα, πρὶν σοφίαν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐξάψῃς conicio μένει post ὁμοίῳ posuit U
<lb/>2 καὶ om. U τοὺς μὲν γὰρ U
<lb/>3 ἅπαντας ἀποφήνασα ἐμπείρους κατ’ U ἅπαντας P
<lb/>8 Μωυσέως U: Μώσεως ceteri γεννητοῦ Α γνωρίμων Mang.: γνώριμον U, γνωρίμω ceteri
<lb/>10 νυνὶ U αὐτὸν P
<lb/>12 οὐδὲ Α: οὐ MPH1, om. UH2 μεταδοθὲν ἑτέροις om. U ἑτέροις M: ἑτέρω ceteri προστιθοῦν U
<lb/>13 διὸ] αἱ U
<lb/>14 post θεῖον add. εἰσὶ U καταμένειν coni. Mang.
<lb/>15 οὐδενὸς om. U ὀχυρὰ P1
<lb/>16 κτίσις Α ἑκάτερα MAU, mg. H, mg. P: ἄλληλα text. HP
<lb/>17 ἄλλας coni. Mang. ἐνδεχομένων UH: ἐκδεχομένων MAP μεταβολάς] τροπάς U
<lb/>19 σάρκα U
<lb/>22 πραγματειῶν αἱ U 22. 48,1 πρὶν ἀνομβρῆσαι σοφίαν ἀλλ’ U</note>  

<pb n="v.2.p.48"/>
 ἀνθῆσαι, κατεμάραναν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="30"><p>ἀλλ’ οὐδὲν οὕτως ἐμπόδιον πρὸς αὔξησιν αὐτῆς,
ὡς ἡ σαρκῶν φύσις. αὕτη γὰρ καθάπερ τις θεμέλιος ἀγνοίας καὶ
ἀμαθίας πρῶτος καὶ μέγιστος ὑποβέβληται, ᾧ τῶν εἰρημένων ἕκαστον
 ἐποικοδομεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="31"><p>ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ
παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, <milestone unit="altpage1" n="p. 267 M."/>  ὧν
ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν.<lb n="6"/>
ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι
ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ
ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="8"/> παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίας τε καὶ μίξεις <lb n="10"/>
ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος
ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται
ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος“ (Lev. 18,6). πῶς ἄν τις προτρέψαιτο
μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον
 τὸν τρόπον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="33"><p>καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, <lb n="15"/>
ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις
καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ
μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος“
σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ
κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν <lb n="20"/>
παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους
 ἄνθρωπον ἔφη ζητεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="34"><p>τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς
σαρκὸς ἔχει λόγον ἀναγκαῖον. ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ
ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ
<note xml:lang="mul" type="footnote"><lb/>2 σαρκὸς U
<lb/>3 ἕκαστος U
<lb/>4 γὰρ om. Α
<lb/>5 θελημάτων H 
<lb/>6 αὐτὰς U: εἰς ταύτας MA, εἰς τοσαύτας P, εἰς τοσοῦτον Η (sed υ et ὂν in ras.) 
<lb/>7 τὸν] τῶν AU τὸν φόρτον U
<lb/>8 οὐρανίας, s. s. οὑς Η ὁδοὺς U 
<lb/>9 προσερρίζονται Α
<lb/>10 παρ’ ὃ U, παρ’ ὧν corr. ex παρὸ Α
<lb/>12 ἄνθρωπος om. UH1, ἀνθρώπω AP
<lb/>1 πρὸς πᾶσαν σάρκα οἰκίαν U 14.
<lb/>15 τὸν τρόπον τοῦτον U
<lb/>16 ποτε om. U
<lb/>17 αὐτὰ H 2, αὐτὴν P
<lb/>18 ἄνθρωπος ἀνθρώπῳ Α 
<lb/>19 prius τὸν om. P τὸν ἐν ἀρετὴ U
<lb/>20 ὄντος Α ὃν] ὃς corr. ex ὃν A, ὁ U, ὡς coni. Mang. 20.
<lb/>21 τὸν παλαιὸν Α
<lb/>21 τις] τῆς corr. ex τις Α ἐν μεσημβρία τις λύχνον U
<lb/>22 πάντα τὰ οἰκεῖα U
<lb/>23 ἀναγκαῖον] ἀναπτύξαι ἄξιον coni. Mang. ἔνια μὲν γὰρ U προσεκτέον Α
<lb/>24 δὲ om. H1P</note> <note xml:lang="lat" type="footnote"><lb/>18 —
<lb/>20 Origenes Homilia XXIV
<lb/>2 in Numeron p. 363 (ad Num. 30,2): quae est ista repetencli nominis causa? . . . . ilie interior est homo . . . in ilio namqne est habitaculum virtutum. refutalnr haec. interpretalio in Anguslini Locutionum libr. III
<lb/>59 (ad Levit. 24,15)
<lb/>21 Laert. Diog. VI 41.</note>  

<pb n="v.2.p.49"/>
περιττὰ σκορακιστέον, ὑφ’ ὧν ἐξαπτόμεναι αἱ ἐπιθυμίαι τὰ σπουδαῖα
πάντα ῥύμῃ μιᾷ καταφλέγουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="35"><p>μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν· ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν
τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον. ὥστε τὴν ἀρετῆς
<lb n="5"/> φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ
ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν. ἐὰν δέ πού τις καιρὸς
βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα·
λέγει γάρ· „οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην“.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="36"><p><milestone unit="altref" n="9"/> τί δὲ τοῦτό ἐστιν, ἄξιον ἀναπτύξαι· πολλάκις οὐ γενόμενοί τινες <lb n="10"/> πορισταὶ χρημάτων ἄφθονον ἔσχον περιουσίαν, ἕτεροι δὲ δόξαν οὐκ
ἐπιτηδεύσαντες ἐπαίνων δημοσίᾳ καὶ τιμῶν ἠξιώθησαν, τοῖς δὲ οὐδὲ
μικρὰν ἰσχὺν ἐλπίσασι μεγίστη προσεγένετο εὐτονία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="37"><p>μαθέτωσαν δὴ πάντες οὗτοι μηδενὶ προσέρχεσθαι γνώμῃ τῶν εἰρημένων, τοῦτο δέ ἐστι
μὴ θαυμάζειν αὐτὰ καὶ ἀποδέχεσθαι πλέον τοῦ μετρίου κρίνοντας ἕκαστον
 αὐτῶν οὐκ  <milestone unit="altpage2" n="p. 268 M."/> ἀγαθὸν [μόνον], ἀλλὰ καὶ μέγιστον κακόν, τὰ χρήματα, τὴν
<lb n="16"/> δόξαν, τὴν σωμάτων δύναμιν. φιλαργύροις μὲν γὰρ ἡ πρὸς ἀργύριον,
φιλοδόξοις δὲ ἡ πρὸς δόξαν, φιλάθλοις δὲ καὶ φιλογυμνασταῖς ἡ πρὸς
ἰσχὺν πρόσοδος οἰκεία· τὸ γὰρ ἄμεινον, ψυχήν, τοῖς χείροσιν ἐκδεδώκασιν,
ἀψύχοις. ὅσοι δὲ ἐντὸς ἑαυτῶν εἰσι,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="38"><p>τὰς λαμπρὰς καὶ περιμαχήτους <lb n="20"/> εὐπραγίας ὑπηκόους ἀποφαίνουσιν ὡς ἡγεμόνι τῷ νῷ, προσιούσας μὲν
δεχόμενοι πρὸς ἐπανόρθωσιν, μακρὰν δὲ ἀφεστηκυίαις οὐ προσερχόμενοι,
ὡς καὶ δίχα αὐτῶν δυνηθέντες ἂν εὐδαιμονῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="39"><p>ὁ δὲ μετιὼν καὶ κατ’ ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν· οὗ χάριν
λέγεται „ἀποκαλύψαι τὴν ἀσχημοσύνην“. πῶς γὰρ οὐκ ἐναργῆ καὶ
<lb n="25"/> πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν
καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας,
τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ
δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ ὅτε καὶ
<note xml:lang="mul" type="footnote"><lb/>3 ἀνηρεθίσθωσαν Μ: ἀνηρεθήσθωσαν Α, ἀνερεθίσθωσαν UH1P, ἀνερεθιζέσθωσαν Η 2 ἀτίθασσοι AU, τιθασοὶ coni. Mang.
<lb/>4 προσσαίνωσιν M: προσαίνωσιν HP, πρὸς ἕνωσιν Α, προσγενῶσιν U ἐπιστροφῆς H
<lb/>5 ὀλιγοδέειαν H1P
<lb/>6 καταλύωμεν PH1: καταλύσωμεν U, καταλύομεν MAH2
<lb/>7 ἱκανῶς P 7.
<lb/>8 προσερχόμεθα Α 
<lb/>9 δ’ ἐπὶ τοῦτο U
<lb/>10 τῶν χρημάτων HP
<lb/>11 οὐδὲ] οὐ Α
<lb/>13 δ’ ἐστὶ U 
<lb/>15 μόνον om. U οὐ μόνον οὐκ ἀγαθόν conicio
<lb/>16 τὴν τῶν σωμάτων U 
<lb/>17 alterum δὲ om, MAH1
<lb/>18 πρόσοδος] δύναμις U ψυχὴν MAUP, mg. Η: τῆς ψυχῆς text. H
<lb/>19 ἐντὸς ἑαυτῶν MA: ἐν τοῖς ἑαυτῶν U, ἑαυτῶν P, ἑαυτῶν ἐντός H
<lb/>23 ἐμπίπλησι AH1, sed ἐμπι in ras. Α δόξης om. P
<lb/>24 γὰρ om. Α 
<lb/>25 φιλοσοφίαν U
<lb/>27 ποτὲ ter A ἡδέως U
<lb/>28 δὲ ἀβεβαίου] δι’ ἀβεβαίου 2 διὰ βεβαίου Η 1, δὲ διὰ βεβαίου P. δὲ δι’ ἀβεβαίου L αἰσχροῦ U Philonis opera vol. II 4</note>  

<pb n="v.2.p.50"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="40"><p> ὑποσχέσεων, αἳ διαφέρουσιν ὀνειράτων οὐδέν; <milestone unit="altref" n="10"/> τὸ δὲ ἐπιφερόμενον
„ἐγὼ κύριος“ παγκάλως καὶ σφόδρα παιδευτικῶς εἴρηται. ἀντίθες γάρ,
φησίν, ὦ γενναῖε, τὸ σαρκὸς ἀγαθὸν τῷ τῆς ψυχῆς καὶ τῷ τοῦ παντὸς
ἀγαθῷ· οὐκοῦν τὸ μὲν σαρκός ἐστιν ἄλογος ἡδονή, τὸ δὲ ψυχῆς καὶ
 τοῦ παντὸς ὁ νοῦς τῶν ὅλων, ὁ θεός.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>