<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="1"><p><milestone unit="altref" n="1"/> „Καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι <note xml:lang="lat" type="marginal">p. 262 M.</note>
ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς“ (Gen. 6,1). ἄξιον οἶμαι
διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς
πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος. ἀλλ’ ἴσως οὐ χαλεπὸν
ἀποδοῦναι τὴν αἰτίαν· ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμπολυ τὸ <lb n="5"/>
 ἐναντίον εὑρίσκεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="2"><p>ἑνὸς οὖν εὐφυΐα τὴν περὶ μυρίους διαδείκνυσιν
ἀφυΐαν, καὶ τὰ τεχνικὰ μέντοι καὶ ἐπιστημονικὰ καὶ ἀγαθὰ καὶ καλὰ
ὄντα ὀλίγα τὴν τῶν ἀτέχνων καὶ ἀνεπιστημόνων καὶ ἀδίκων καὶ συνόλως
 φαύλων ἄπειρον ὅσην πληθὺν ἐπεσκιασμένην ἀποφαίνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="3"><p>οὐχ ὁρᾷς ὅτι
καὶ ἐν τῷ παντὶ ἥλιος εἷς ὢν τὸ μυρίον καὶ βαθὺ σκότος κατὰ γῆν καὶ <lb n="10"/>
κατὰ θάλατταν κεχυμένον ἐπιλάμψας ἀνασκίδνησιν; εἰκότως οὖν καὶ ἡ
τοῦ δικαίου Νῶε γένεσις καὶ τῶν υἱῶν αὐτοῦ τοὺς ἀδίκους πολλοὺς
διασυνίστησι· τῷ γὰρ ἐναντίῳ τὰ ἐναντία πέφυκέ πως μάλιστα γνωρίζεσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="4"><p>ἄδικος δὲ οὐδεὶς ἄρρενα γενεὰν ἐν ψυχῇ σπείρει τὸ παράπαν, ἀλλὰ
θηλυγονοῦσιν ἐκ φύσεως ἄνανδροι καὶ κατεαγότες καὶ θηλυδρίαι τὰ <lb n="15"/>
φρονήματα, δένδρον οὐδὲν ἀρετῆς, οὗ καλοὺς καὶ γενναίους ἐξ ἀνάγκης
ἔδει τοὺς καρποὺς γενέσθαι, πάντα δὲ κακίας καὶ παθῶν, ὧν γυναικώδεις
<note xml:lang="mul" type="footnote">φίλωνος περὶ γιγάντων MAH, φίλωνος ἰουδαίου σοφοῦ περὶ γιγάντων λόγος η΄ U, τοῦ αὐτοῦ περὶ γιγάντων P
<lb/>1 πολλοὶ γίνεσθαι] πληθύνεσθαι U
<lb/>5 τι σπάνιον coni. Cohn σπάνιον x003E; conicio
<lb/>6 ἀνευρίσκεται U οὖν] τοῦ ἐν U δεικνύντος U
<lb/>7 τὰ oni. U καὶ ἀγαθὰ καὶ om. U
<lb/>9 ἀπαῖρον U ὅσην scripsi: ὅσον codd., corr. in οὖσαν Η πλῆθος U ἀπεσκιασμένην HP, ταῖς κακίαις μενηγὸς (sic!) U
<lb/>11 θάλασσαν U ἀποσκίδνησιν U καὶ om. U
<lb/>12 υἱῶν] μερῶν U
<lb/>13 τὸ ἐναντίον conicio
<lb/>16 νοήματα L δένδρον U: ὧν ἄρα δένδρον M, ὧν ἄρα AP, ὡς ἄρα H, ὄντες, δένδρον coni. Diels οὗ MH: οὐ AUP
<lb/>17 παθῶν] καρπῶν U 17. 43,1 ὧν αἱ γυναικώδεις εἰσὶ βλάσται U</note>  

<pb n="v.2.p.43"/>
αἱ βλάσται, φυτεύσαντες·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="5"><p>οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε
τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ
 τοὺς πολλοὺς ἀδικία πάντως  <milestone unit="altpage2" n="p. 263 M."/> ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς
<lb n="5"/> τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="6"><p><milestone unit="altref" n="2"/> „Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο“
(Gen. 6,2). οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν
ὀνομάζειν· ψυχαὶ δ’ εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="7"><p>καὶ μηδεὶς ὑπολάβῃ <lb n="10"/> μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον
ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ
πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ
ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα — λόγος δὲ ἔχει ταῦτα κατὰ
Μακεδονίαν μάλιστα γίνεσθαι —, οὐρανοῦ δὲ τοὺς ἀστέρας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="8"><p>καὶ γὰρ <lb n="15"/> οὗτοι ψυχαὶ ὅλαι δι’ ὅλων ἀκήρατοί τε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ
κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν· νοῦς γὰρ ἕκαστος αὐτῶν
ἀκραιφνέστατος. ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι·
ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="9"><p>ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ <lb n="20"/> τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’ αὐτὰς ἀναγκαῖον
ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται. ἐπεὶ καὶ τί φήσομεν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="10"><p>πάνθ’ ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ; τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου
τῆς ψυχώσεως ἑκάστοις; τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον
<lb n="25"/> ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου
σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="11"><p>ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα
<note xml:lang="mul" type="footnote"><lb/>1 θυγατέρας post οὗτοι transpos. Α
<lb/>2 υἱῶν Α
<lb/>3 θηλυτόκος AUH2: θηλυκοτόκος MH1P
<lb/>4 τοὺς om. Α
<lb/>5 ἔμπαλιν coni. Mang. γενέσθαι MAP, mg. H: ἰδέσθαι text. H, γεννᾶσθαι U
<lb/>8 οἱ ἄλλοι U Μωυσῆς ἀγγέλους U Μώσης MAHP
<lb/>9 ποτώμεναι H1P μήτις U ὑπολάβοι Α
<lb/>10 εἶναι τὸ evanida in U, τὸ fort. deest.
<lb/>11 ἐμψυχῶσθαι H1L
<lb/>15 ὅλοι Α ὅλαι δι’ om. U παρ’ ὃ AUP
<lb/>18 εἰσιν Η
<lb/>19 οὐ] οὐδὲ PH1 
<lb/>20 ἐν om. H1P
<lb/>21 πρὸς τοῦ ὁμοίου conicio καὶ eras. Η φήσωμεν U ut vid.
<lb/>23 φιλίως ἀναιτίου U
<lb/>24 ὁποῖος conicio
<lb/>25 ταῖς] τοῖς H 
<lb/>26 πνεύματος] πατρὸς L <add>πάντα</add> πρὸς conicio πλείω Α 28 ἢ U: om. ceteri τὸ ἐναντίον Α</note>  

<pb n="v.2.p.44"/>
πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="12"><p> ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. <milestone unit="altref" n="3"/> τῶν οὖν
ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ <milestone unit="altpage1" n="p. 264 Μ"/>  οὐδενὶ τῶν γῆς μορίων
ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς
θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε <lb n="5"/>
 χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="13"><p>ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν
τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι
κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν
 πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="14"><p>αὗται
μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι <lb n="10"/>
τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου
 καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="15"><p>αἱ δὲ
καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες
ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον
τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ <lb n="15"/>
νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ
χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων
τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="16"><p><milestone unit="altref" n="4"/> ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν
δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν. <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 φίλε U
<lb/>2 post λαβὼν add. ἀθανάτου ψυχάς U
<lb/>3 τὰ σώματα Α 
<lb/>4 ἠξιώθησαν U ταύταις codd.: αἷς Mang.
<lb/>5 περιεχομέναις UH2: περιεχομέναις αἷς MAH1P
<lb/>6 ἐπιστασίαν scripsi: ἐπίστασιν MAUP, σύστασιν Η
<lb/>7 ποτὲ MAUE: τοτὲ HP δεινῆς U
<lb/>8 ποτὲ MAUPE: τοτὲ Η
<lb/>9 ὥρμησαν MAH1P: ὡρμήθησαν UH2E ἀνέπτησαν E: ἀπέπτησαν ceteri
<lb/>10 ἀνόθως Mang.: ἄνωθέν πως MAHP, ἄνωθεν εὐσθενῶς UE
<lb/>11 τὸν] τῶν Α ἀποθνήσκει Α
<lb/>12 ἀγενήτω Hbr: ἀγεννήτω ceteri
<lb/>13 καταποντωθεῖσαι MAHP: καταποθεῖσαι UE, καταποντισθεῖσαι L
<lb/>14 πνεύμασιν Η οὐδεὶς τὸ U 14.
<lb/>15 τὸ — ἡμῖν om. Ε
<lb/>15 τῶν ἐν ἡμῖν om. U δ’ U
<lb/>16 ψυχρότερα Α
<lb/>17 ὑπὸ MAHE: ἀπὸ UP 
<lb/>18 τὰ om. HP
<lb/>19 οὑν δαίμονας HP ὀνόματι μὲν διαφέροντας E
<lb/>20 ἀποθήση Η: ἀποθήσει MAP, ἀποθήσεις UE</note> <note xml:lang="mul" type="footnote"><lb/>2 sqq. Origenes Contra Celsum V
<lb/>55 p. 620: καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον ἐν ἐπιθυμία γενομένων τοῦ ἐν σώματι ἀνθρώπων βίου, ἅπερ (leg. ὅνπερ) τροπολογῶν ἔφασκε λελέχθαι θυγατέρας ἀνθρώπων. Comment. in loannem VI 25 p. 142: ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασι τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώ· μάτα, θυγατέρας ἀνθρώπων τροπικώτερον τὸ γήινον σκῆνος λέγεσθαι ὑπειληφότες. 
<lb/>6 — 45,
<lb/>8 ἐκεῖναι δ’ ὥσπερ — ἀγγέλων πονηρῶν exstaut iu Epitome Περὶ κόσμου (= E) cap. 3, II p. 604,38 — 605,26 M. consensum codicum, non editionum lectiones adnotavi. 
<lb/>16 cf. Aristot. fr. 60.</note>  

<pb n="v.2.p.45"/>
ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ
καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους
πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς
καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’
<lb n="5"/> ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων
οὐχ ἁμαρτήσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="17"><p>μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,
θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“ (Psalm.
 77,49). οὗτοί  <milestone unit="altpage2" n="p. 265 Μ."/> εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς
<lb n="10"/> μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ
τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον
μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ
εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="18"><p>λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο
<lb n="15"/> ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ
γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ
τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς
τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις,
ἄλλων ᾠκειωμένων ἄλλαις.</p><lb n="20"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="19"><p><milestone unit="altref" n="5"/> Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης. „εἶπε“ γάρ φησι
„κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν
αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ (Gen. 6,3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="20"><p>μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως
<note xml:lang="mul" type="footnote"><lb/>1 γὰρ UE: om. ’P, δὲ Η
<lb/>2 2 οὕτω E τῆς] τῆς ἀγαθῆς Η
<lb/>2 προρρήσεως ΑΕ ἀξίους om. HP
<lb/>3 πρεσβύτας U 3.
<lb/>4 ἀσύλους καὶ ἱεροὺς HP
<lb/>4 post ἀσύλους add. φύλακας Ε πανάλην (sic) U
<lb/>5 προρρήσεως Α καὶ αὐτὸς] καὶ ὑπαιτίους coni. Mang.
<lb/>6 ἁμαρτήσεις UH2E 6.
<lb/>7 λόγῳ ὁ ὑμνογράφος οὑτωσὶ λέγων Ε
<lb/>7 τοῦτο U (coni. Mang.)
<lb/>8 θυμὸν — ἀποστολὴν om. E ἀποστελεῖ Α 
<lb/>9 οὗτοι] spat.
<lb/>5 litt. M οἱ ante τὸ add. H
<lb/>2 τὸ om. M
<lb/>1 1 θνητὰς τῶν ἀνθρώπων HP θνητῶν θνητὰς U
<lb/>13 εὐμορφίαν ἧ αἴσθησις ἀπάγεται U 
<lb/>14 ἐνίας MHP: ἐνίας ἃς A, ἅς U ὅσον Α ἐπελέξαντο MAU: ἐξελέξαντο HP 
<lb/>15 δὲ om. HP
<lb/>17 ἀντελάβοντο scripsi: ἀνελάβοντο codd. πρὸς μήκιστον τὰς ἐν conicio vel μηκίστας τὰς ἐν μηκίστας MAU: ἡκίστας (s. s. μ) P, ποικίλας in ras. H
<lb/>18 τείναντες U(?)
<lb/>19 ᾠκειωμένων ΑΗ2: ἐκειουμένων U, οἰκειωμένων MH1P
<lb/>20 τὸ om. U
<lb/>22 οὐ μὴ καταμείνῃ U εἰς om. U
<lb/>23 μὲν om. U
<lb/>24 καταμενεῖ AP οὐκ] οὐδ’ Η</note> <note xml:lang="lat" type="footnote">2.
<lb/>3 cf. Platonis Symposion p. 202 E</note>  

<pb n="v.2.p.46"/>
ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν
μήτ’ ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις
αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’
 ἑαυτοῖς ἀδυνατοῦσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>