<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="121"><p>μάρτυς δ’ ὁ νόμος <lb n="25"/>
ἐν ᾠδῇ μείζονι λέγων οὕτως· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ
ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἐπελάθετο θεοῦ σωτῆρος
αὐτοῦ“ (Deut. 32,15). ὄντως γὰρ οὐκέτι μέμνηνται τοῦ αἰωνίου, οἷς
<note xml:lang="mul" type="footnote"><lb/>3 σκοπῶν Mang.: σκοποῦ U
<lb/>5 κτίσεως U <add>τῶν</add> ὅσα 
<lb/>7 κατέστη coni. Mang.
<lb/>9 τοῖς U (nou τῆς)
<lb/>10 τὰς Tisch.: τὰ U 
<lb/>11 προσελθὼν coni. Maug. ἐμβαθύνας coni. Mang.
<lb/>12 σπλάγχνοις U, ut vid. (non σπλάγχνα) 13.
<lb/>14 ἄλλου, περὶ δὲ Mang.: ἄλλα· περὶ δὲ U, ἀλλ’ ἢ περί γε Tisch. IG ἀλλὰ νοημάτων scripsi: ἀλλ’ ὀνομάτων U φιλοσόφων U
<lb/>19 οὐδὲ U διῶνος U
<lb/>20 διαρεούλαις U
<lb/>22 καὶ τὰς ἐκτὸς ὕλας conicio
<lb/>23 τινὸς U: τι Tisch. λάχωσι scripsi: λάβωσι U ποιότητα U
<lb/>25 ψυχῆς Mang.: ψυχή U (non ψυχῆς, ut Tisch. adnot.) 
<lb/>26 ὦδὴ U
<lb/>27 ἐπελάθετο Mang.: ἐπελάθου U
<lb/>28 μέμνηνται Tisch.: μέμνηται U</note>  

<pb n="v.2.p.27"/>
πρὸς καιρὸν ὁ βίος ἤνθησε· νομίζουσι γοῦν τὸν καιρὸν θεόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="122"><p>διὸ καὶ Μωυσῆς μαρτυρεῖ προτρέπων πολεμεῖν ταῖς ἐναντίαις δόξαις· λέγει
γάρ· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9)·
<note xml:lang="mul" type="marginal">p. 249 M.</note> ὥσθ’ | οἷς μὲν ὁ ψυχῆς βίος τετίμηται, λόγος θεῖος ἐνοικεῖ καὶ
<lb n="5"/> ἐμπεριπατεῖ, οἷς δ’ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν
εὐκαιρίαν. οὗτοι μὲν οὖν ὑπὸ διαρρεούσης πιότητός τε καὶ τέρψεως ἐπὶ
πλέον οἰδήσαντες καὶ περιταθέντες ἐξερράγησαν· οἱ δὲ τῇ τρεφούσῃ τὰς
φιλαρέτους ψυχὰς σοφίᾳ πιαινόμενοι βέβαιον καὶ ἀκράδαντον ἴσχουσι
δύναμιν, ἧς ὑπόδειγμα τὸ ὁλοκαυτούμενον ἀπὸ παντὸς ἱερείου στέαρ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="123"><p><lb n="10"/> λέγει γὰρ Μωυσῆς· „πᾶν στέαρ τῷ κυρίῳ νόμιμον αἰώνιον“ (Lev. 3, 16.17), ὡς τῆς κατὰ μὲν διάνοιαν πιότητος ἀναφερομένης ἐπὶ θεὸν καὶ
οἰκειουμένης αὐτῷ, διόπερ ἀπαθανατίζεται, τῆς δὲ κατὰ τὸ σῶμα καὶ τὰ
ἐκτὸς ἀναφερομένης ἐπὶ τὸν ἀντίθεον καιρόν, διὸ καὶ τάχιστα παρήκμασεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="124"><p><milestone unit="altref" n="36"/> Περὶ μὲν οὖν τῶν Λάμεχ γυναικῶν τε καὶ ἐκγόνων ἱκανῶς <lb n="15"/> οἶμαι δεδηλῶσθαι· τὴν δ’ ὥσπερ παλιγγενεσίαν Ἄβελ τοῦ δολοφονηθέντος
σκεψώμεθα. „ἔγνω“ φησίν „Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, καὶ συλλαβοῦσα
ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ <add>λέγουσα</add>· ἐξανέστησε
γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen.
4,25). Σὴθ ἑρμηνεύεται ποτισμός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="125"><p>ὥσπερ οὖν τὰ κατὰ γῆν σπέρματα <lb n="20"/> καὶ φυτὰ ποτιζόμενα αὔξεται καὶ βλαστάνει καὶ πρὸς καρπῶν γενέσεις
εὐτοκεῖ, στερόμενα δὲ ἐπιρροῆς ἀφαυαίνεται, οὕτως ἡ ψυχή, καθάπερ
φαίνεται, ὅταν νάματι ποτίμῳ σοφίας ἄρδηται, βλαστάνει τε καὶ ἐπιδίδωσι
πρὸς τὸ βέλτιον. ποτισμὸς δὲ ὁ μέν ἐστι ποτίζοντος, ὁ δ’ αὖ ποτιζομένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="126"><p>ἢ οὐκ ἂν εἴποι τις τῶν αἰσθήσεων ἑκάστην ὥσπερ ἀπὸ πηγῆς τοῦ
<lb n="25"/> νοῦ ποτίζεσθαι τὰς δυνάμεις καθάπερ ὀχετοὺς ἀνευρύνοντός τε καὶ
τείνοντος; οὐδεὶς γοῦν εὖ φρονῶν εἴποι ἂν ὀφθαλμοὺς ὁρᾶν, ἀλλὰ νοῦν
δι’ ὀφθαλμῶν, οὐδ’ ὦτα ἀκούειν, ἀλλὰ δι’ ὤτων ἐκεῖνον, οὐδὲ μυκτῆρας
ὀσφραίνεσθαι, ἀλλὰ διὰ μυκτήρων τὸ ἡγεμονικόν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="127"><p><milestone unit="altref" n="37"/> διὸ καὶ ἐν
<note xml:lang="mul" type="footnote"><lb/>1 γοῦν] γὰρ conicio διὸ] ὃ δὴ conicio
<lb/>4 ψυχὴ U
<lb/>5 δ’ ἡ τῶν U 
<lb/>6 εὐκαιρίαν U: ἀκαιρίαν v
<lb/>7 πρησθέντες coni. Mang.
<lb/>8 σοφίᾳ πιαινόμενοι Mang.: σοφίας πεπαινόμενοι U
<lb/>9 ἱερείου U (non ἱεροῦ, ut Tisch. adnot.) 
<lb/>11 <add>τὴν</add> διάνοιαν conicio
<lb/>12 αὐτῷ U (non αὐτῶν)
<lb/>13 διὸ scripsi: ὃν U
<lb/>16 σκεψώμεθα Cohn: σκύψωμεν U, σκέψωμεν Mang., σκέψομεν Holwerda 
<lb/>17 λέγουσα ex LXX addidi
<lb/>18 μοι] μὴ U
<lb/>21 ἐπιροῆς U ἀφεαίνεται U καθάπερ φαίνεται] σπερμαίνεται Tisch., καθάπερ φυτόν τι vel tale aliquid subesse videtur, καθάπερ ἐμφαίνεται coni. Cohn
<lb/>22 τε] γὰρ V</note> <note xml:lang="lat" type="footnote">27.
<lb/>28 cf. Epicharmi fragm. p. 255 Lorenz.</note>  

<pb n="v.2.p.28"/>
Γενέσει λέγεται· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ
πρόσωπον τῆς γῆς“ (Gen. 2,6). ἐπεὶ γὰρ ὅλου τοῦ σώματος μέρος
ἐξαίρετον ἔνειμεν ἡ φύσις τὸ πρόσωπον αἰσθήσεσιν, ἡ ἀνιοῦς’ ἀφ’
ἡγεμονικοῦ πηγὴ σχιζομένη πολλαχῇ καθάπερ τινὰς ὑδρορρόας ἀναστείλασα
μέχρι προσώπου, δι’ αὐτῶν τὰς δυνάμεις ἐφ’ ἕκαστον ἄγει τῶν <lb n="5"/>
αἰσθητικῶν ὀργάνων. οὕτως μέντοι καὶ ὁ θεοῦ λόγος <milestone unit="altpage1" n="p. 250 M."/>  ποτίζει τὰς
 ἀρετάς· ἀρχὴ γὰρ καὶ πηγὴ καλῶν πράξεων οὗτος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="128"><p>δηλοῖ δ’ ὁ νομοθέτης
φάσκων· „ποταμὸς δ’ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον.
ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρος ἀρχάς“ (Gen. 2,10). γενικαὶ μὲν γάρ
εἰσιν ἀρεταὶ τέσσαρες, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· τούτων <lb n="10"/>
δ’ ἡγεμονὶς ἑκάστη καὶ βασιλίς ἐστι, καὶ ὁ κτησάμενος αὐτὰς ἄρχων καὶ βασιλεὺς
 εὐθέως, κἂν μηδεμιᾶς ὕλης εὐπορῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="129"><p>τὸ γὰρ „ἀφορίζεται εἰς τέσσαρας
ἀρχὰς“ οὐ τούτων διάστασιν, ἀλλ’ ἀρετῶν ἡγεμονίαν ἐμφαίνει καὶ κράτος.
αὗται δὲ καθάπερ ἐκ μιᾶς ῥίζης ἐκπεφύκασι τοῦ θείου λόγου, ὃν εἰκάζει
ποταμῷ διὰ τὴν ἀένναον καὶ συνεχῆ φορὰν ποτίμων λόγων καὶ δογμάτων, <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="130"><p> οἷς τὰς φιλοθέους τρέφει καὶ συναύξει ψυχάς. <milestone unit="altref" n="38"/> ποῖαι δ’ αὗται,
κατ’ ὀλίγον ἐπάγων ἐκδιδάσκει, ποιούμενος ἀπὸ τῶν φύσει τὴν ὑφήγησιν
τεχνῶν. εἰσάγει γὰρ τὴν Ἄγαρ πληροῦσαν ἀσκὸν ὕδατος καὶ τὸ παιδίον
ποτίζουσαν—ἔστι <add>δ’ ἡ</add> Ἄγαρ θεραπαινὶς Σάρρας, τῆς τελείας ἀρετῆς
[καὶ] μέση παιδεία—φυσικώτατα· ἐπειδὰν οὖν ἄχρι τοῦ βάθους <lb n="20"/>
ἐλθοῦσα τῆς ἐπιστήμης, ἣν ὀνομάζει φρέαρ, ἀρύσηται ὥσπερ εἰς ἄγγος
τὴν ψυχὴν τά τε δόγματα καὶ θεωρήματα, ἃ μέτεισιν, οἷς τέθραπται,
 τούτοις τρέφειν τὸ παιδίον ἀξιοῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="131"><p>παιδίον δὲ καλεῖ τὴν ἄρτι διδασκαλίας
ὀρεγομένην ψυχὴν καὶ πρὸς τῷ μαθεῖν νυνὶ τρόπον τινὰ γεγενημένην,
παρὸ καὶ ἀνδρωθεὶς ὁ παῖς γίνεται σοφιστής, ὃν προσαγορεύει τοξότην· <lb n="25"/>
ἐφ’ ὃ γὰρ ἂν προθῆται κεφάλαιον ὥσπερ σκοπόν, εὐστόχως ἀποδείξεις
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="132"><p> ὥσπερ ὀϊστοὺς ἀφίησι. <milestone unit="altref" n="39"/> Ῥεβέκκα δ’ οὐκέτι προκοπαῖς ἀλλὰ
τελειότητι ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ
νόμος. „ἡ γὰρ παρθένος“ φησίν „ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος
ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν <lb n="30"/>
ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῇ καὶ εἶπε·
πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε.
καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν
<note xml:lang="mul" type="footnote"><lb/>4 ὑδρορόας U
<lb/>12 ἀφορίζεσθαι Tisch.
<lb/>17 ??ύ U
<lb/>19 ἔστι δ’ ἡ ἔστιν U
<lb/>20 καὶ seclusi, atit scrib. <add>ἐγκύκλιος</add> καὶ μέση: καὶ νέα v οὑν] coni. Cohn βάθους Tisch.: πάθους U, βαθείας Mang.
<lb/>22 <add>τὰ</add> conicio
<lb/>23 ἀξιοῖ Mang.: ἄξιον U
<lb/>24 νυνὶ] νεωστὶ conicio
<lb/>28 τελειότησι conicio
<lb/>30 ἦν ex LXX Cohn: ἣν U</note>  

<pb n="v.2.p.29"/>
 αὐτόν, ἕως ἐπαύσατο πίνων·  <milestone unit="altpage2" n="p. 251 M."/> καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι,
ἕως ἂν πᾶσαι πίωσι. καὶ σπεύσασα ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ
ποτιστήριον, καὶ δραμοῦσα ἐπὶ τὸ φρέαρ ὑδρεύσατο ταῖς καμήλοις“ (Gen.
24,16 — 20).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="133"><p>τίς οὐκ ἂν θαυμάσειε τὴν περὶ πάντα ἀκρίβειαν τοῦ <lb n="5"/> νομοθέτου; παρθένον εἶπε τὴν Ῥεβέκκαν, καὶ πάνυ καλὴν παρθένον, ὅτι
ἀμιγὴς καὶ ἄδολος καὶ ἀμίαντος ἡ ἀρετῆς φύσις καὶ μόνη τῶν ἐν γενέσει
καλή τε καὶ ἀγαθή· ἀφ’ ἧς καὶ τὸ στωικὸν ἐβλάστησε δόγμα τὸ μόνον
εἶναι τὸ καλὸν ἀγαθόν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="134"><p><milestone unit="altref" n="40"/> τῶν δ’ ἀρετῶν αἱ <add>μέν</add> εἰσιν αἰεὶ παρθένοι, αἱ δὲ ἐκ γυναικῶν εἰς παρθένους μετέβαλον, ὥσπερ ἡ Σάρρα·
<lb n="10"/> „ἐξέλιπε γὰρ γίνεσθαι τὰ γυναικεῖα“ (Gen. 18,11), ὁπότε ἄρχεται τὸ
εὔδαιμον γένος κυοφορεῖν, Ἰσαάκ. ἡ δ’ ἀεὶ παρθένος ὑπὸ ἀνδρός, ᾗ
φησι, συνόλως οὐ γινώσκεται. θνητῶν γὰρ πρὸς ἀλήθειαν οὐδενὶ τὴν
ἀδιάφθορον φύσιν μιαίνειν ἐφεῖται, ἀλλ’ οὐδ’ ἥτις ἐστὶν εἰλικρινῶς
εἰδέναι· ἐὰν μέντοι καὶ γνῶναι δυνηθῇ, μισῶν καὶ προβεβλημένος οὐ
<lb n="15"/> παύεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="135"><p>διὸ καὶ Λείαν φυσικῶς εἰσάγει μισουμένην (Gen. 29, 31)· οὓς γὰρ τὰ φίλτρα τῶν κατὰ Ῥαχήλ, τὴν αἴσθησιν, ἡδονῶν ἐπάγεται,
τούτους οὐκ ἀνέχεται ἡ ἐκτὸς τῶν παθῶν Λεία, διόπερ σκορακιζόμενοι
μισοῦσιν αὐτήν· τῇ δὲ ἡ πρὸς τὸ γενητὸν ἀλλοτρίωσις πρὸς θεὸν
οἰκείωσιν εἰργάσατο, παρ’ οὗ τὰ φρονήσεως παραδεξαμένη σπέρματα
<lb n="20"/> ὠδίνει καὶ ἀποτίκτει καλὰς καὶ ἀξίας ἐννοίας τοῦ γεννήσαντος πατρός.
ἐὰν οὖν καὶ σὺ μιμησαμένη Λείαν, ὦ ψυχή, <add>τὰ</add> θνητὰ ἀποστραφῇς,
ἐξ ἀνάγκης ἐπιστρέψει πρὸς τὸν ἄφθαρτον, ὃς ὅλας ἐπομβρήσει σοι τὰς
τοῦ καλοῦ πηγάς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="136"><p><milestone unit="altref" n="41"/> ἡ δὲ Ῥεβέκκα κατέβη, φησίν, ἐπὶ τὴν πηγὴν πλῆσαι τὴν ὑδρίαν, καὶ ἀνέβη. πόθεν γὰρ τὴν φρονήσεως διψῶσαν
<lb n="25"/> διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς
πηγῆς, εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ;
τοὺς γὰρ ἀπ’ οἰήσεως χαύνου κατελθόντας ὁ ἀρετῆς ἐκδεξάμενος
καὶ ὑπολαβὼν δι’ εὐκλείας εἰς ὕψος αἴρει λόγος. οὗ ἕνεκά μοι δοκεῖ
καὶ Μωυσῇ διαλέγεσθαι· „βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι“ (Exod.
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὴν U
<lb/>8 δ’ Cohn: τεσσάρων U (confudit δ’ et δ΄) μέν add. Mang. 
<lb/>9 ἡ evauiduin
<lb/>10 γὰρ <add>Σάρρᾳ</add> couicio
<lb/>18 γεννητὸν U 21 ἀποστραφῇς Mang.: ἀποστροφῆς U
<lb/>22 ἐπιστρέψεις conicio, ἐπιστρέψῃ coni. Mang. πολλὰς coni. Mang. ἐπομβρήσει Tisch.: ἔτι ὀμβρήσει U 23.
<lb/>24 πηγὴν πλῆσαι Mang.: γῆν ἀντλῆσαι U
<lb/>24 ὑδρείαν v
<lb/>26 τι] τὸ Mang. συγγενὴς conicio σπουδαίου Mang.: σπουδαῖον U
<lb/>29 Μωυσῇ Tisch.: Μωυσῆς U</note> <note xml:lang="lat" type="footnote"><lb/>4 sqq. Clemens Strom. IV § 163 p. 637 P potius Quaest. in Genesin IV §
<lb/>99 respicit. cf. etiam Auffustini Locutionum librum I 81.</note>  

<pb n="v.2.p.30"/>
19,24), ὡς παντὸς τοῦ τὴν ἴδιον <milestone unit="altpage1" n="p. 152 M."/>  ταπεινότητα μετροῦντος ἐπικυδεστέρου
 παρὰ τοῖς ἀληθείας κριταῖς γινομένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="137"><p>παρατετηρημένως δὲ σφόδρα ἡ
μὲν [γὰρ] Ἄγαρ ἀσκὸν πρὸς τὴν ὑδρείαν, Ῥεβέκκα δὲ ὑδρίαν ἐπιφέρεται,
ὅτι τῇ μὲν τοῖς παιδεύμασι τοῖς ἐγκυκλίοις <add>ἐγ</add>χορευούσῃ δεῖ καθάπερ
τινῶν σωματικῶν τῆς αἰσθήσεως ἀγγείων, ὀφθαλμῶν, ὤτων,  πρὸς τὴν <lb n="5"/>
τῶν θεωρημάτων ἀνάληψιν — ἐκ γὰρ τοῦ πολλὰ μὲν ἰδεῖν, πολλῶν δὲ
ἐπακοῦσαι περιγίνεται τοῖς φιλομαθέσιν ἡ ἐξ ἐπιστήμης ὠφέλεια —, τῇ δὲ
ἀκράτου σοφίας πεπληρωμένῃ δερματίνου μὲν ὄγκου <add>τὸ</add> παράπαν οὐδενός
— ἔμαθε γὰρ ἡ ἀσωμάτων ἐρῶσα ὅλον ἀποδύεσθαι λογισμῷ τὸν ἀσκόν,
τὸ σῶμα — ὑδρίας δὲ αὐτὸ μόνον, ἣ σύμβολόν ἐστιν ἀγγείου τὸ πολύχουν <lb n="10"/>
ὕδατος τρόπον ἡγεμονικὸν κεχωρηκότος· ὅπερ εἴτε μήνιγγα εἴτε καρδίαν
 εἶναι συντέτευχεν, οἱ περὶ ταῦτα δεινοὶ φιλοσοφείτωσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="138"><p>ὑδρευσαμένην
οὖν ἀπὸ σοφίας, τῆς θείας πηγῆς, τὰς ἐπιστήμας ὁ φιλομαθὴς ἰδὼν
ἐπιτρέχει καὶ ὑπαντιάσας ἱκέτης γίνεται, ὅπως τὴν τοῦ μαθεῖν δίψαν
ἀκέσηται. ἡ δὲ τὸ πρεσβύτατον τῶν παιδευμάτων διδαχθεῖσα, τὸ <lb n="15"/>
ἀβάσκανον καὶ φιλόδωρον, εὐθὺς ὀρέγει τὸ σοφίας νᾶμα καὶ ἐμπιεῖν
ἀθρόου παρακαλεῖ μετὰ τοῦ καὶ κύριον ὀνομάζειν τὸν οἰκέτην. τοῦτο
δ’ ἐστὶ τὸ δογματικώτατον, ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="139"><p> κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. <milestone unit="altref" n="42"/> ὀρθότατα μέντοι φαμένου
„πότισόν με μικρὸν ὕδωρ“, οὐκ ἀποκρίνεται τὸν ἀκόλουθον τρόπον· <lb n="20"/>
ποτιῶ, ἀλλά φησι· „πίε“· τοῦτο μὲν γὰρ ἐπιδεικνυμένης τὸν θεῖον ἦν
πλοῦτον, ὃς ἅπασι τοῖς ἀξίοις καὶ δυναμένοις χρῆσθαι προκέχυται, ἐκεῖνο
δὲ ἐπαγγελλομένης διδάξειν· οὐδὲν δὲ τῶν ἐξ ἐπαγγέλματος οἰκεῖον
 ἀρετῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="140"><p>τεχνικώτατα μέντοι χαρακτηρίζει τὴν τῆς διδασκούσης καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 μετροῦντος] κατηγοροῦντος conicio, μεταγνόντος coni. Cohn
<lb/>2 γινομένου Diels: γενομένου U
<lb/>3 γὰρ del. Ilolwerda
<lb/>4 <add>ἑν</add> τοῖς coni. Cohn τοῖς προπαιδεύμασι) τοῖς ἐγκυκλίοις Mang.: τοὺς παιδεύμασι καὶ ἐγκυκλίους U τῆς παιδείας τῆς ἐγκυκλίου χηρευούσῃ Tisch. ἐγχορευούσῃ Mang.: χορευούση U
<lb/>5 σωματικῶν Tisch.: ἀσωμάτων U τῆς scripsi: τῶν U αἰσθήσεως U: αἰσθήσεων v ἀγγείων τῶν αἰσθήσεων coni. Cohn
<lb/>8 τὸ add. Mang. παράπαν U (non παρὰ τοῦ, ut Tisch. adnot.)
<lb/>9 λογισμῶ U: λογισμῶν v
<lb/>12 ὑδρευσαμένην U (non ὑδρευσαμένους, ut Tisch. adnot.)
<lb/>17 ἀθροῦ U
<lb/>18 μόνος D: μόνον τὸ δόγμα τὸ στωικόν conicio
<lb/>24 τεχνικῷ U</note> <note xml:lang="mul" type="footnote">18.
<lb/>19 DP fol. 331v DV p. 693 Φίλωνος): μόνος ὁ σοφὸς ἐλεύθερός τε — δεσπότας. — Eadem exstant in Floril. Paris. No. 10, Anton. Mel. I
<lb/>8 Col. 797, Mel. Barocc. fol. 60v, in Maximi Ecl. cap. 2. ubique antecedunt verba: φρόνησις τῶν ἄλλων ἀρετῶν ἄρχει. (fol. Coisliniani 294, in quo eadem exstant, Eitero teste ex Maximi codice Coisl. 372 illuc delatum est).</note>  

<pb n="v.2.p.31"/>
ὠφελούσης ὑφήγησιν· „σπεύσασα“ γάρ φησι „καθεῖλε τὴν ὑδρίαν ἐπὶ
τὸν βραχίονα αὐτῆς“, διὰ μὲν τοῦ σπουδάσαι τῆς πρὸς τὸ εὐεργετεῖν
ἐμφαινομένης ὀξύτητος, ἣ ἀπὸ γνώμης συνίσταται, ἧς ὑπερόριος
ἐκτετόξευται φθόνος, διὰ δὲ τοῦ καθελεῖν ἐπὶ τὸν βραχίονα αὐτῆς <add>τῆς</add>
<lb n="5"/> πρὸς τὸν μανθάνοντα τοῦ διδάσκοντος ἐπικλινοῦς καὶ προσεχοῦς οἰκειώσεως.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>