<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="101"><p>Μωυσῆς δὲ οὔτ’ εἰς δεξιὰ οὔτ’ εἰς ἀριστερὰ οὐδ’ ὅλως εἰς μέρη τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>4 ἐνίων] ὧν D R D P
<lb/>7 τέξαντι Mang.: τάξαντι U
<lb/>8 ἀποχρόντως U 
<lb/>12 ποιμένων Mang.: ποιμνίων U
<lb/>15 ἀπληστίας U (non ἀπληστίαν)
<lb/>16 ὁ addidi
<lb/>17 ἀψύχων U καὶ add. Tisch.
<lb/>18 ὑπὸ Mang.: ὑπὲρ U 
<lb/>21 φησι Mang.: φασι U Ἰουβάλ scvipsi: Ἰωβάλ U
<lb/>25 τινὰ <add>ταλαντεύειν</add> conicio ἐπαμφοτερίζειν Tisch.: ἐπαμφοτερίζει U ἀντιρρέποντα conicio, ἀντιρρέπον τι Cohn
<lb/>27 σταθερὸν conicio
<lb/>28 οὐδὲ R</note> <note xml:lang="mul" type="footnote"><lb/>3 —
<lb/>5 D K fol. 129r Φίλωνος ἐκ τῶν ἠ’ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας D P fol. 116 Κλήμεντος στρωματέων α΄ D R fol. 136v Κλήμεωτος D v p. 435 (Φίλωνος): παιδείας ἡ ῥάβδος· ἄνευ — ἀμήχανον
<lb/>28 ᾦ 22,12.
<lb/>13 R fol. 91r: Μωυσῆς δὲ οὔτ εἰς δεξιὰ — δεξιὰ οὐδὲ ἀριστερά.</note>  

<pb n="v.2.p.22"/>
γηίνου Ἐδὼμ ἀποκλίνειν οἴεται δεῖν, τῇ δὲ μέσῃ ὁδῷ παρέρχεσθαι, ἣν
κυριώτατα καλεῖ βασιλικήν (Num. 20,17). ἐπειδὴ γὰρ πρῶτος καὶ
μόνος τῶν ὅλων βασιλεὺς ὁ θεός ἐστι, καὶ ἡ πρὸς αὐτὸν ἄγουσα ὁδὸς
ἅτε βασιλέως οὖσα εἰκότως ὠνόμασται βασιλική. ταύτην δ’ ἡγοῦ φιλοσοφίαν, οὐχ ἣν μέτεισιν ὁ νῦν ἀνθρώπων σοφιστικὸς ὅμιλος — λόγων <lb n="5"/>
γὰρ οὗτοι τέχνας μελετήσαντες κατὰ τῆς ἀληθείας τὴν πανουργίαν σοφίαν
ἐκάλεσαν ἔργῳ μοχθηρῷ θεῖον ἐπιφημίσαντες ὄνομα —, ἀλλ’ ἣν ὁ ἀρχαῖος
ἀσκητῶν θίασος διήθλει, τὰς τιθασοὺς τῆς ἡδονῆς γοητείας ἀποστρεφόμενος,
 ἀστείως καὶ αὐστηρῶς χρώμενος τῇ τοῦ καλοῦ μελέτῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="102"><p>τὴν
βασιλικὴν γοῦν ταύτην ὁδόν, ἣν ἀληθῆ καὶ γνήσιον ἔφαμεν εἶναι <lb n="10"/>
φιλοσοφίαν, ὁ νόμος καλεῖ θεοῦ ῥῆμα καὶ λόγον. γέγραπται γάρ· „οὐκ
ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ
ἀριστερά“ (Deut. 28,14)· ὥστε ἐμφανῶς ἐπιδεδεῖχθαι ὅτι ταὐτόν
ἐστι τῇ βασιλικῇ ὁδῷ τὸ θεοῦ ῥῆμα, εἴγε προτρέπει μήτ’ ἀπὸ τῆς βασιλικῆς
ὁδοῦ μήτ’ ἀπὸ τοῦ ῥήματος, ὡς συνωνύμων ὄντων, ἀποκλίνοντας ὀρθῇ <lb n="15"/>
διανοίᾳ τὴν ἐπ’ εὐθείας ἄγουσαν ἀτραπὸν μέσην τε καὶ λεωφόρον
βαδίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="103"><p><milestone unit="altref" n="31"/> „Ὁ δὲ Ἰουβὰλ οὗτος“ φησίν „ἐστὶ πατὴρ ὁ καταδείξας <note xml:lang="mul" type="marginal">p. 245 Μ.</note>
ψαλτήριον καὶ κιθάραν“ (Gen. 4,21). πατέρα μουσικῆς καὶ τῶν
κατὰ μουσικὴν πάντων ὀργάνων τὸν γεγωνὸν λόγον προσφυέστατα καλεῖ· τὸ <lb n="20"/>
γὰρ φωνητήριον ὄργανον ζῴοις ἡ φύσις πρῶτον καὶ τελειότατον ἐργασαμένη
πάσας αὐτῷ τὰς ἁρμονίας καὶ τὰ γένη τῶν μελῳδιῶν εὐθὺς
ἐχαρίζετο, ἵν’ ᾖ τοῖς ἐκ τέχνης μέλλουσι δημιουργεῖσθαι προειργασμένον
 παράδειγμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="104"><p>[καὶ] καθάπερ γὰρ τὸ οὖς ἡμῶν κύκλους ἐν κύκλοις,
ἐλάττους ἐν μείζοσι, γράφουσα σφαιρικὸν ἐτόρνευε τοῦ τὴν προσιοῦσαν <lb n="25"/>
φωνὴν μὴ χεομένην ἔξω σκεδάννυσθαι, εἴσω δ’ ὑπὸ τῶν κύκλων συναγομένην
καὶ σφιγγομένην οἷα διαχεομένην τὴν ἀκοὴν εἰς τὰς τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἔδων U, ἑδῶν R παρέρχεσθαι Mang.: περιέρχεσθαι U, προέρχεσθαι R 
<lb/>2 κυριω΄ U
<lb/>4 δὲ R
<lb/>8 τιθασσοὺς UR, πιθανοὺς Maug.
<lb/>9 ἀστείως καὶ αὐστηρῶς scripsi: ἀστείω καὶ αὐστηρῷ UR
<lb/>10 γοῦν R: om. U
<lb/>12 ἐκων κλινεῖς Mang.: ἐκκλίνης UR
<lb/>15 συννὸ΄ U
<lb/>16 εὐθείας U: εὐθεῖαν 
<lb/>18 Ἰουβὰλ scripsi: Ἰωβὰλ U
<lb/>21 ζῴοις Mang.: ζωρὶς U
<lb/>24 καὶ sedusit Cohn, καὶ <add>ἀρχέτυπον</add> coui. Holwerda
<lb/>26 χεομένην U (non χεομένου) τῶν scripsi: τὸν κύκλον U
<lb/>27 διαχεομἐτην τὴν ἀκοὴν scripsi: διαχεομένης τῆς ἀκοῆς U</note> <note xml:lang="mul" type="footnote">19.
<lb/>20 R fol. 90v Φίλωνος: πατέρα μουσικῆς—καλεῖ.</note>  

<pb n="v.2.p.23"/>
ἡγεμονικοῦ δεξαμενὰς ἐπαντλεῖσθαι — καὶ τοῦτ’ εὐθὺς ἦν παράδειγμα
θεάτρων τῶν κατὰ πόλεις εὐδαίμονας· πρὸς <add>γὰρ</add> τὸ ὤτων σχῆμα ἄκρως
ἡ θεάτρων κατασκευὴ μεμίμηται —, οὕτως καὶ τὴν τραχεῖαν ἀρτηρίαν
ἡ τὰ ζῷα φύσις διαπλάσασα ὥσπερ μουσικὸν κανόνα τείνασα τὰ ἐναρμόνια
<lb n="5"/> καὶ χρωματικὰ καὶ διατονικὰ γένη συνυφαίνουσα κατὰ τὰς τῶν συνημμένων
καὶ διεζευγμένων μελῳδιῶν παμπληθεῖς ποικιλίας παντὸς ὀργάνου
μουσικοῦ παράδειγμα ἱδρύετο. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="105"><p><milestone unit="altref" n="32"/> ὅσα γοῦν αὐλοὶ καὶ λύραι καὶ τὰ παραπλήσια μελῳδοῦσι, τῆς ἀηδόνων ἢ κύκνων μουσικῆς τοσοῦτον
ἀπολείπεται, ὅσον ἀπεικόνισμα καὶ μίμημα ἀρχετύπου παραδείγματος,
<lb n="10"/> φθαρτὸν εἶδος ἀφθάρτου γένους. τὴν μὲν γὰρ ἀνθρώπων μουσικὴν
οὐδενὶ τῶν ἄλλων συγκρίνειν ἄξιον ἔχουσαν γέρας ἐξαίρετον, ᾧ τετίμηται,
τὴν ἔναρθρον σαφήνειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="106"><p>τὰ μὲν γὰρ ἄλλα τῇ περὶ τὴν φωνὴν κλάσει χρώμενα καὶ ταῖς ἐπαλλήλοις τῶν τόνων μεταβολαῖς ἀκοὰς αὐτὸ μόνον
ἡδύνει, ὁ δ’ ἄνθρωπος, ὥσπερ πρὸς τὸ λέγειν, οὕτως καὶ πρὸς τὸ ᾄδειν
<lb n="15"/> ἀρθρωθεὶς ὑπὸ φύσεως ἑκάτερον, ἀκοήν τε καὶ νοῦν, ἐπάγεται, τὴν μὲν
τῷ μέλει κηλῶν, τὸν δὲ τοῖς νοήμασιν ἐπιστρέφων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="107"><p>καθάπερ γὰρ ὄργανον ἀμούσῳ μὲν παραδοθὲν ἀνάρμοστον, μουσικῷ δὲ κατὰ τὴν ἐν
αὐτῷ τέχνην εὐάρμοστον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὑπὸ
μὲν φαύλου νοῦ κινούμενος ἀνάρμοστος, ὑπὸ δὲ σπουδαίου πάνυ ἐμμελὴς
<lb n="20"/> εὑρίσκεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="108"><p>λύρα γε μὴν ἢ εἴ τι τῶν ὁμοίων, εἰ μὴ πληχθείη πρός <note xml:lang="mul" type="marginal">p. 246 M.</note> τινος, ἠρεμεῖ· λόγος τε αὖ | μὴ πληχθεὶς ὑφ’ ἡγεμονικοῦ κατὰ τἀναγκαῖον
ἡσυχίαν ἄγει. καὶ μὴν ὥσπερ ὄργανα κατὰ τὰς τοῦ μέλους ἀπείρους
ὅσας κράσεις μεθαρμόττεται, οὕτως καὶ ὁ λόγος συνῳδός τις ἑρμηνεὺς
πραγμάτων γινόμενος ἀμυθήτους λαμβάνει μεταβολάς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="109"><p>τίς γὰρ ἂν <lb n="25"/> ὁμοίως γονεῦσι καὶ τέκνοις διαλεχθείη, τῶν μὲν φύσει δοῦλος, τῶν δὲ
γένει δεσπότης ὤν; τίς δ’ ἂν ἀδελφοῖς καὶ ἀνεψιοῖς ἢ συνόλως τοῖς
ἐγγὺς γένους καὶ μακρὰν οὖσιν; τίς δ’ ἂν οἰκείοις καὶ ἀλλοτρίοις, ἢ
<note xml:lang="mul" type="footnote"><lb/>2 γὰρ add. Mang., ἐπεὶ τὸ conicio
<lb/>4 φύσις Mang.: φωνῇ U διπλάσασα U 
<lb/>5 χρωματικὰ scripsi: χρωματιστικὰ U διατονικὰ Mang.: διὰ τὸν· κὰ U
<lb/>7 ὅσα (vel ἴσως) Mang.: ὅσως U, ὅλως coni. Holwerda
<lb/>8 μελῳδοῦσι U: μελῳδίας ὄργανα Maug.
<lb/>9 ἀπολείπεται scripsi: ἀπολείπονται U
<lb/>10 φθαρτὸν Mang.: ἄφθαρτον U γένους Mang.: γένος U
<lb/>11 ᾦ Mang.: ὡς U
<lb/>12 κλάσει scripsi: κλάσιν U, κράσει Mang.
<lb/>13 ταῖς Cohn: τῆ U ἐπαλλήλοις U ἐπαλλήλῳ Mang. μεταβολαῖς Cohn: μεταβολῆ U
<lb/>16 κηδῶν an κηλῶν habeat U, incertum
<lb/>19 ἐμμελὴς scripsi: εὐμελὴς U
<lb/>20 εἴ secludit Cohn
<lb/>21 πλεχθεὶς U τἀγκαῖον U
<lb/>23 τις scripsi: ἐστιν U, ἐστι καὶ Mang.
<lb/>25 τέκνοις Mang.: τέχναις U
<lb/>26 γενέσει conicio καὶ Cohn: ἢ U</note>  

<pb n="v.2.p.24"/>
πολίταις καὶ ξένοις, οὐ μικρὰς οὐδὲ * * * τύχης ἢ φύσεως ἢ ἡλικίας ἔχουσι
διαφοράς; πρεσβύτῃ γὰρ ἑτέρως ὁμιλητέον καὶ νέῳ, καὶ πάλιν ἐνδόξῳ
καὶ ταπεινῷ, καὶ πλουσίῳ καὶ πένητι, καὶ ἄρχοντι καὶ ἰδιώτῃ, καὶ θεράποντι
 καὶ δεσπότῃ, γυναικί τε αὖ καὶ ἀνδρί, καὶ ἀτέχνῳ καὶ τεχνίτῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="110"><p>καὶ τί δεῖ
τὰς τῶν προσώπων ἀμυθήτους ἰδέας καταλέγεσθαι, πρὸς ἃς ὁ λόγος <lb n="5"/>
τρεπόμενος ἄλλοτε ἀλλοῖα λαμβάνει σχήματα; καὶ γὰρ αἱ τῶν πραγμάτων
ἰδιότητες τυποῦσιν αὐτὸν κατὰ τοὺς ἰδίους χαρακτῆρας· μεγάλα γὰρ καὶ
μικρὰ ἢ πολλὰ καὶ ὀλίγα ἢ ἰδιωτικὰ καὶ δημόσια ἢ ἱερὰ καὶ βέβηλα
ἢ ἀρχαῖα καὶ νέα οὐ τὸν αὐτὸν ἂν ἑρμηνεύσαι τρόπον, ἀλλὰ τὸν ἑκάστοις
ἐφαρμόζοντα τῷ πλήθει καὶ ἀξιώματι καὶ μεγέθει, τοτὲ μὲν ὑψηλὸν <lb n="10"/>
 αἴρων ἑαυτόν, τοτὲ δ’ ἔμπαλιν συνάγων τε καὶ συστέλλων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="111"><p>παρέχουσι
δ’ ὥσπερ τὰ πράγματα καὶ τὰ πρόσωπα τῷ λόγῳ μεταβολάς, οὕτως
καὶ αἱ τῶν γινομένων αἰτίαι καὶ οἱ τρόποι καθ’ οὓς γίνεται, προσέτι
μέντοι καὶ τὰ ὧν οὐκ ἄνευ πάντα, χρόνοι καὶ τόποι. παγκάλως οὖν ὁ
μετακλίνων λόγους Ἰουβὰλ πατὴρ εἴρηται ψαλτηρίου καὶ κιθάρας, ἀπὸ <lb n="15"/>
μέρους τῆς ὅλης μουσικῆς, ὡς ἐπιδέδεικται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="112"><p><milestone unit="altref" n="33"/> Τὰ μὲν οὖν τῆς Ἀδᾶς ἔγγονα καὶ αὐτὴ τίς ἐστι δεδήλωται·
τὴν δ’ ἑτέραν γυναῖκα τοῦ Λάμεχ Σελλὰν καὶ ὅσα ἀποκύει θεασώμεθα.
Σελλὰ τοίνυν ἑρμηνεύεται σκιά, τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀγαθῶν, ἃ
τῷ ὄντι σκιᾶς οὐδὲν διαφέρει, σύμβολον. ἢ κάλλος οὐχὶ σκιά, ὃ πρὸς <lb n="20"/>
βραχὺν ἀνθῆσαν χρόνον ἀφαυαίνεται, ἰσχὺς δὲ καὶ εὐτονία σώματος, ἃς
ἡ τυχοῦσα νόσος ἐξέλυσεν, αἰσθητήρια δὲ καὶ ἡ περὶ ταῦτα ἀκρίβεια,
ἣν ῥεῦμα δυσῶδες ἐνέφραξεν ἢ γῆρας, ἡ ἀναγκαία καὶ κοινὴ πάντων
νόσος, ἐπήρωσεν; ἔτι δ’ οὐχὶ πλοῦτοι καὶ δόξαι καὶ ἀρχαὶ καὶ τιμαὶ
 καὶ ὅσα τῶν ἐκτὸς ἀγαθὰ νενόμισται <milestone unit="altpage1" n="p. 247 M."/>  σκιὰ πάντα;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="113"><p>χρὴ δὲ τὴν διάνοιαν
ὡς δι’ ἀναβαθμῶν ἐπὶ τὴν τοῦ παντὸς ἐπάγειν ἀρχήν. εἰς Δελφοὺς <lb n="26"/>
γεγόνασιν ἄνθρωποι τῶν λεγομένων ἐνδόξων, οἳ τοὺς εὐδαίμονας βίους
<note xml:lang="mul" type="footnote"><lb/>1 οὐδὲ U: ἢ Mang., εἴτε Tisch. post οὐδὲ lacunam Statuo (οὐδὲ <add>τυχούσας</add> οὐδὲ τὰς τυχούσας ἡ coni. Holwerda
<lb/>5 καταλέγεσθαι Tisch.: κατάγεσθαι U 7.8 καὶ μικρὰ Mang.: ἢ μικρὰ U
<lb/>9 ἑρμηνεύσαι scripsi: ἑρμηνεῦσαι U, ἑρμηνεύσαις Tisch., ἑρμηνεύσειε Holwerda ἑκάστων conicio
<lb/>11 συστέλλων Mang.: διαστέλλων U
<lb/>14 ὧν οὐκ ἄνευ πάντα U: ὧν <add>ἄνευ</add> οὐκ ἄν ἅπαντα 
<lb/>17 Ἄδας U ἔκγονα conicio αὕτη U
<lb/>18 ἀποκυεῖ conicio θεασόμεθα Holwerda
<lb/>19 Σέλλαν et Σέλλα U
<lb/>21 ἀθῆσαν U 21.
<lb/>22 bis τε pro δὲ conicio 
<lb/>23 ἵν Mang.: ἢ U
<lb/>24 ἔτι Mang.: ὅτι U, τί Holwerda
<lb/>25 ὅσως U
<lb/>26 ὡς Tisch.: ὅπως U ἀναβασμῶν U</note> <note xml:lang="mul" type="footnote">2.
<lb/>3 R fol. 91v: πρεσβύτῃ γὰρ ἑτέρως—καὶ πένητι.</note>  

<pb n="v.2.p.25"/>
ἐκεῖσε ἀνατεθείκασι. καθάπερ οὖν ἐξίτηλοι γραφαί, οὐ χρόνου μήκει
μόνον [οὐ] διερρύησαν, ἀλλὰ καὶ καιρῶν ὀξείαις μεταβολαῖς ἐκπεπνεύκασιν,
εἰσὶ δ’ οὓς οἷα χειμάρρου φορὰ πλημμύροντος ἐξαίφνης ἐπικλύσασα
ἠφάνισεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="114"><p>ἐκ ταύτης τῆς σκιᾶς καὶ τῶν ἀβεβαίων ὀνειράτων <lb n="5"/> ἀποκυεῖται υἱωνός, ὃν ὠνόμασεν Θοβέλ (Gen. 4,22)· ἑρμηνεύεται δὲ
σύμπασα. τῷ γὰρ ὄντι οἱ τὸ παρὰ πολλοῖς ᾀδόμενον ἀγαθὸν σύνθετον
πλουθυγείαν κτησάμενοι μικρὰ καὶ μεγάλα καὶ πάνθ’ ἁπλῶς ἀνῆφθαι
δοκοῦσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="115"><p>εἰ δὲ καὶ παραγένοιτό τις αὐτεξούσιος ἡγεμονία, φυσηθέντες καὶ μετεωρισθέντες ὑπὸ κούφης ἐννοίας, ἐκλαθόμενοι ἑαυτῶν καὶ ὕλης
<lb n="10"/> φθαρτῆς ἐξ ἧς γεγόνασι, μείζονος ἢ κατ’ ἀνθρωπίνην σύστασιν οἰηθέντες
φύσεως ἐπιλαχεῖν ταῖς τιμαῖς αὑτοὺς ὑπὸ μεγαλαυχίας ἀποσεμνύναντες
ἐξεθείωσαν. ἤδη γοῦν τινες ἐπετόλμησαν τὸν ἀληθῆ θεὸν φάναι μὴ
εἰδέναι (Exod. 5,2), τῆς περὶ αὐτοὺς ἀνθρωπότητος ἐκλαθόμενοι, διὰ τὴν
τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀμετρίαν ἀφθόνως * * * οὑς ἕκαστος χαρακτηρίζων.
<lb n="15"/> </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="116"><p><milestone unit="altref" n="34"/> εἶτά φησιν ὅτι „οὗτος ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου“ (Gen. 4,22). τοῦ γὰρ σεσοβημένου περὶ τὰς ἢ σωματικὰς
ἡδονὰς [ἢ τὰς ἡδονὰς] ἢ τὰς ἐκτὸς ὕλας ἡ ψυχὴ καθάπερ ἐπ’ ἄκμονος
σφυρηλατεῖται κατὰ τὰς τῶν ἐπιθυμιῶν μακρὰς καὶ διωλυγίους ἐκτάσεις
ἐλαυνομένη. τοὺς μέν γε φιλοσωμάτους ἴδοις ἂν ἀεὶ καὶ πανταχοῦ λίνα
<lb n="20"/> καὶ πάγας πρὸς τῶν ὧν ὀρέγονται θήραν τιθέντας, τοὺς δ’ αὖ φιλαργύρους
καὶ φιλοδόξους τὸν περὶ ταῦτα οἶστρον καὶ ἵμερον ἐπὶ τὰ πέρατα γῆς
καὶ θαλάττης ἀποστέλλοντας καὶ ὥσπερ δικτύοις ταῖς ἀορίστοις αὑτῶν
ὀρέξεσιν ἐπισπωμένους τὰ πανταχόθεν, μέχρις ἂν ὑπὸ βίας ἡ σφοδρὰ
τάσις ῥῆξιν λαβοῦσα καὶ τοὺς ἕλκοντας ἀντεπισπωμένη πρηνεῖς καταβάλλῃ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="117"><p><lb n="25"/> δημιουργοὶ δ’ εἰσὶ πάντες οὗτοι πολέμου, παρὸ σίδηρον καὶ χαλκὸν
<note xml:lang="mul" type="footnote"><lb/>2 οὐ del. Mang.
<lb/>3 πλημμυροῦντος conicio
<lb/>5 Θοβέλ Mang.: ἰωβέλ U
<lb/>6 τῷ γὰρ ὄντι οἱ τὸ UR (uon τῷ γὰρ ὄντι ὄντος) παρὰ U: παράπαν R
<lb/>7 κτησάμενοι Tisch.: στησάμενοι UR
<lb/>11 αὐτούς U θ αὐτοσεμνύναντες U
<lb/>12 ἀπετόλμησαν Tisch. ἀληθῆ scripsi ἄλη U): ἀληθῶς Mang.
<lb/>14 <add>τῶν</add> ἐκτὸς conicio ἄφθονον conicio, sequentia corrupta seusus inest: <add>κατὰ θεὸν ἑαυτ</add>οὺς Vel <add>ἑαυτ</add>οὺς ἕκαστος ἀθανατίζων 17 ἡδονὰς seclusit Tiscb. (om. Mang.)
<lb/>18 ἐκτάσεις Mang.: ἐκστάσεις U 
<lb/>19 γε] γὰρ conicio
<lb/>20 τῶν] τὴν Otto
<lb/>22 ἀορίστοις scripsi: ἀορίσταις U, ἀκορέστοις coni. Mang. αὐτῶν U
<lb/>23 ἐπισπωμένους U (non ἐπισπασμένους) πανταχόθεν <add>ἀγαθά</add> coni. Jessen μέχρι U
<lb/>24 ἀντεπισπωμένη U, ut (non ἀντεπισπασμένη)</note> <note xml:lang="mul" type="footnote">6.
<lb/>8 R fol. 91v τῷ γὰρ—δοκοῦσιν.</note>  

<pb n="v.2.p.26"/>
ἐργάζεσθαι λέγονται, δι’ ὧν οἱ πόλεμοι <milestone unit="altpage1" n="p. 248 M."/>  συνίστανται. τὰς μὲν γὰρ
μεγίστας καὶ ἀνδρῶν ἰδίᾳ καὶ πόλεων κοινῇ διαφορὰς εὕροι τις ἂν
σκοπῶν καὶ πάλαι γεγενημένας καὶ νῦν ὑπαρχούσας καὶ ἐσομένας αὖθις
ἢ εὐμορφίας γυναικὸς εἵνεκα ἢ χρημάτων ἢ δόξης ἢ τιμῆς ἢ ἀρχῆς ἢ
κτήσεως ἢ συνόλως ὅσα σώματος καὶ τῶν ἐκτός ἐστι πλεονεκτήματα· <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="118"><p>παιδείας δὲ καὶ ἀρετῆς χάριν, ἃ τοῦ κρατίστου τῶν ἐν ἡμῖν ἀγαθὰ
διανοίας ἐστίν, οὔτε ξενικὸς οὔτ’ ἐμφύλιος πώποτε κατέσχε πόλεμος·
εἰρηναῖα γὰρ φύσει ταῦτα, ἐφ’ ὧν εὐνομία καὶ εὐστάθεια καὶ ὅσα
περικαλλέστατα εἴδη τοῖς ψυχῆς ὀξυδερκεστάτοις ὄμμασιν, οὐχὶ τοῖς
σώματος ἀμυδροῖς, θεωρεῖται· ταῦτα μὲν γὰρ τὰς ἐκτὸς ἐπιφανείας <lb n="10"/>
μόνον ὁρᾷ, ὁ δὲ τῆς διανοίας ὀφθαλμὸς εἴσω προελθὼν καὶ βαθύνας
 τὰ ἐν αὐτοῖς σπλάγχνοις ἐγκεκρυμμένα κατεῖδε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="119"><p>γίνονται δ’ αἱ ταραχαὶ
ἢ αἱ στάσεις πᾶσαι τοῖς ἀνθρώποις ἀεὶ σχεδὸν περὶ μὲν οὐδενὸς ἄλλου,
περὶ δὲ τῆς πρὸς ἀλήθειαν σκιᾶς. τὸν γὰρ δημιουργὸν τῶν πολεμιστηρίων
ὅπλων, χαλκοῦ καὶ σιδήρου, Θοβὲλ υἱὸν Σελλᾶς τῆς σκιᾶς ὠνόμασεν, οὐ <lb n="15"/>
λόγων τέχναις, ἀλλὰ νοημάτων ὑπερβάλλοντι κάλλει φιλοσοφῶν. ἔγνω
γὰρ ὅτι πᾶς ἢ ναυτικὸς ἢ πεζὸς στρατὸς τοὺς μεγίστους αἱρεῖται
κινδύνους ἕνεκα σωματικῶν ἡδονῶν ἢ χάριν περιουσίας τῶν ἐκτός, ὧν
οὐδὲν βέβαιον ἢ πάγιον ὑπὸ τοῦ πάντα ἐξελέγχοντος αἰῶνος μαρτυρεῖται·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="120"><p> σκιαγραφίαις γὰρ ἐπιπολαίοις ἐξ ἑαυτῶν διαρρεούσαις ἔοικε. <milestone unit="altref" n="35"/> τοῦ <lb n="20"/>
δὲ Θοβὲλ ἀδελφὴν εἶναί φησι Νοεμάν (Gen. 4,22), ἧς ἑρμηνεία πιότης·
ἀκολουθεῖ γὰρ τοῖς εὐπάθειαν σώματος καὶ ἃς εἶπον ὕλας μεταδιώκουσιν,
ὅταν τινὸς ὧν ὀρέγονται λάχωσι, πιαίνεσθαι. τὴν δὲ τοιαύτην πιότητα
οὐκ ἰσχύν, ἀλλ’ ἀσθένειαν ἔγωγε τίθεμαι· διδάσκει γὰρ ἀφίστασθαι θεοῦ
 τιμῆς, ἣ πρώτη καὶ ἀρίστη ψυχῆς ἐστι δύναμις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>