<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="41"><p>ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει <lb n="5"/>
δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας
ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται·
καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες,
ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ
τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς <lb n="10"/>
ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος,
Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ
 θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="42"><p>ἵνα δὲ
τὴν ἀρετῶν κύησιν καὶ ὠδῖνα εἴπωμεν, ἀκοὰς ἐπιφραξάτωσαν οἱ δεισιδαίμονες τὰς ἑαυτῶν ἢ μεταστήτωσαν· τελετὰς γὰρ ἀναδιδάσκομεν θείας <lb n="15"/>
τοὺς τελετῶν ἀξίους τῶν ἱερωτάτων μύστας, οὗτοι δ’ εἰσὶν οἱ τὴν ἀληθῆ
καὶ οὖσαν ὄντως ἀκαλλώπιστον εὐσέβειαν μετὰ ἀτυφίας ἀσκοῦντες· ἐκείνοις δὲ οὐχ ἱεροφαντήσομεν κατεσχημένοις ἀνιάτῳ κακῷ, τύφῳ ῥημάτων
καὶ ὀνομάτων γλισχρότητι καὶ τερθρείαις ἐθῶν, ἄλλῳ δὲ οὐδενὶ τὸ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="43"><p> εὐαγὲς καὶ ὅσιον <milestone unit="altpage1" n="p. 147 M"/>  παραμετροῦσιν. <milestone unit="altref" n="13"/> ἀρκτέον οὖν τῆς τελετῆς ὧδε.
ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει <lb n="21"/>
παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς
δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 προσέθετο UF
<lb/>2 τὸν Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ transp. H ἀρετὴν μὲν AP o ὁ νομοθέτης μεμαρτύρηκε transp. UF γνωρίζον τὰς U, γνωρίσοντας F, γνωρίζων τὰς MAPH
<lb/>4 Μωσῆν MAPGH
<lb/>6 δὲ HU ἐπιστήμων F 
<lb/>7 αἴσθησιν corr. Turn. : ἔστησεν codd. ἐπιδείξεται G, ἐπιδέξεται AP
<lb/>8 αἱ] ὅτι αἱ APGH
<lb/>9 ἔργω δ’ AP
<lb/>10 δέ] δὲ καὶ F ἀνανενευμένη F: ἀναωενεσμένη M, ἀνανευομένη U, ἀνενηνεγμένη ceteri
<lb/>12 Μωσέως AP, Μωυσέος GF
<lb/>13 καλεῖτε F ὄρνεον UF
<lb/>14 ὠδῖνας F 14.
<lb/>15 οἱ δεισιδαίμονες UF: οἱ om. ceteri
<lb/>15 ἡ G, ἡ ona. II μεταστησάτωσαν F
<lb/>16 τῶν om. UF δὲ F 
<lb/>18 δ’ AP κατϊσχημένοις MAPF
<lb/>10 τερθρίαις Α, τερθρίας UF ἐθνῶν L δ’ AP
<lb/>20 παραμετροῦσιν ἢ ταύτῃ FL2 τελευτῆς U 
<lb/>21 μὲν] τις U ἄνθρωπος — θηλείᾳ] καλὸν κτῆμα διὰ UFL2 τἀς] εἰς τἀς MAPGH
<lb/>22 ποιησόμενον H 215 τέλει καὶ πολλὰ UF
<lb/>24 μὴ δεξαμέναις Η, μὴ δεξαμένοις G, μηδ’ ἐξεῖναι M δὲ]
<lb/>64 εἶναι AP γονὴν scripsi: ἐπιγονήν codd. ante ἐξ add. μὴ δεξάμεναι δέ M μόνον] μέν μόνων H</note>  

<pb n="v.1.p.181"/>
 κυήσουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="44"><p>τίς οὖν ὁ σπείρων ἐν αὐταῖς τὰ καλὰ πλὴν ὁ τῶν ὄντων πατήρ, ὁ ἀγένητος θεὸς καὶ τὰ σύμπαντα γεννῶν; σπείρει μὲν οὖν
οὗτος, τὸ δὲ γέννημα τὸ ἴδιον, ὃ ἔσπειρε, δωρεῖται· γεννᾷ γὰρ ὁ θεὸς
οὐδὲν αὑτῷ, χρεῖος ἅτε ὢν οὐδενός, πάντα δὲ τῷ λαβεῖν δεομένῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="45"><p><lb n="5"/> παρέξω δὲ τῶν λεγομένων ἐγγυητὴν ἀξιόχρεων τὸν ἱερώτατον Μωυσῆν· τὴν γὰρ Σάρραν εἰσάγει τότε κύουσαν, ὅτε ὁ θεὸς αὐτὴν μονωθεῖσαν
ἐπισκοπεῖ (Gen. 21, 1), τίκτουσαν δ’ οὐκέτι τῷ τὴν ἐπίσκεψιν πεποιημένῳ,
ἀλλὰ τῷ σοφίας τυχεῖν γλιχομένῳ, οὗτος δὲ Ἀβραὰμ ὀνομάζεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="46"><p>γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν <lb n="10"/> ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31) — ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς
ἴδιον —, ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ — ἱκανὸς γὰρ μόνος καὶ
αὐταρκέστατος ἑαυτῷ —, ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ
Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα,
τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων
<lb n="15"/> προκριθῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="47"><p>πάλιν Ἰσαὰκ τοῦ πανσόφου τὸν θεὸν ἱκετεύσαντος, ἐκ τοῦ ἱκετευθέντος ἔγκυος ἡ ἐπιμονὴ Ῥεβέκκα γίνεται (Gen. 25, 21). χωρὶς
δὲ ἱκετείας καὶ δεήσεως τὴν πτηνὴν καὶ μετάρσιον ἀρετὴν Σεπφώραν
Μωυσῆς λαβὼν εὑρίσκει κύουσαν ἐξ οὐδενὸς θνητοῦ τὸ παράπαν (Exod.
2, 22). </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="48"><p><milestone unit="altref" n="14"/> ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντως <lb n="20"/> μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε καὶ μηδενὶ τῶν ἀμυήτων
ἐκλαλήσητε, ταμιευσάμενοι δὲ παρ’ ἑαυτοῖς φυλάττετε θησαυρόν, οὐκ ἐν
ᾧ χρυσὸς καὶ ἄργυρος, οὐσίαι φθαρταί, κατάκεινται, ἀλλὰ τῶν ὄντων
κτημάτων τὸ καλλιστεῦον, ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ
γεννήματος ἀμφοῖν ἐπιστήμη. ἐὰν δέ τινι τῶν τετελεσμένων
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτοῖς APH
<lb/>2 ὄντων] ὅλων H ἀγέννητος codd. σπείρει — δωρεῖται (3) om. F
<lb/>3 γὰρ] μὲν γὰρ DF ὁ θεὸς om. F
<lb/>4 αὐτῶ PG, ἑαυτῶ F οὐθενός MAPG
<lb/>5 λεγομένων] δεομένων UF ἀξιόχρεων om. UF
<lb/>6 τότε κύουσαν τεκοῦσαν UF ὅτι U ὁ et αὐτὴν om. F
<lb/>7 τίκτουσαν UF: τίκτουσα ceteri δὲ F
<lb/>8 τυχεῖν] λαχεῖν F Ἄβραμ MH
<lb/>9 δὲ UF ἀναδιδάσκει UF 
<lb/>10 αὐτῆς ἀνέῳξεν transp. UF ἀνοιγῆναι AP, ἀνοῖξαι UF
<lb/>14 αὐτῆς Η 
<lb/>15 τὸν θεὸν UF: τὸν om. ceteri
<lb/>16 ἔγγυος PG, ἔγκυμος F, ἐγκύμων U ἡ ‘Pεβέκκα G γίγνεται U
<lb/>17 δ’ AP ἱκεσίας F, ἱκετηρίας L τὴν om. F Σεμπφώραν U
<lb/>18 Μώσης MAPGH θνητοῦ τὸ παράπαν UF: τὸ παράπαν om. ceteri
<lb/>19 μύσται] μύσι καὶ ἱεροφάνται UF ὡς om. UF 
<lb/>20 παραδέχεσθαι H
<lb/>21 ἐκλαλήσατε Mang. φυλάπεται U
<lb/>22 φθαρτακεῖνται (sic) F ὄντων] ὄντως coni. Markland, πάντων Mang.
<lb/>23 καλλιστεῦον] καλλιστεῦον κτῆμα U, κάλλιστον κτῆμα F ἡ] ἢ F περὶ om. UF καὶ ante ἀρετῆς om. F τρίτον APF
<lb/>24 ἀμφοῖν] ἀπ’ ἀμφοῖν UF ἐπιστήμης codd., corr. Turn. τινι] τινες APH</note>  

<pb n="v.1.p.182"/>
ἐντυγχάνητε, λιπαρῶς ἐγκείμενοι περιέχεσθε, μή τινα ἄρα καινοτέραν εἰδὼς
 τελετὴν ἐπικρύπτηται, μέχρις ἂν αὐτὴν σαφῶς ἀναδιδαχθῆτε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="49"><p>καὶ γὰρ
ἐγὼ παρὰ Μωυσεῖ τῷ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια ὅμως αὖθις
Ἱερεμίαν τὸν <milestone unit="altpage1" n="p. 148 M."/>  προφήτην ἰδὼν καὶ γνούς, ὅτι οὐ μόνον μύστης ἐστὶν
ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν· ὁ δ’ ἅτε <lb n="5"/>
τὰ πολλὰ ἐνθουσιῶν χρησμόν τινα ἐξεῖπεν ἐκ προσώπου τοῦ θεοῦ
λέγοντα πρὸς τὴν εἰρηνικωτάτην ἀρετὴν ταῦτα· „οὐχ ὡς οἶκόν με ἐκάλεσας
καὶ πατέρα καὶ ἄνδρα τῆς παρθενίας σου“ (Ier. 3, 4) ; ἐμφαντικώτατα
παριστὰς ὅτι ὁ θεὸς καὶ οἶκός ἐστιν, ἀσωμάτων ἰδεῶν ἀσώματος χώρα,
καὶ τῶν συμπάντων πατήρ, ἅτε γεγεννηκὼς αὐτά, καὶ σοφίας ἀνὴρ <lb n="10"/>
σπέρμα τῷ θνητῷ γένει καταβαλλόμενος εὐδαιμονίας εἰς ἀγαθὴν καὶ
 παρθένον γῆν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="50"><p>ἀμιάντῳ γὰρ καὶ ἀψαύστῳ καὶ καθαρᾷ φύσει, τῇ πρὸς
ἀλήθειαν παρθένῳ, διαλέγεσθαι πρεπῶδες θεόν, ἐναντίως ἡμῖν· ἀνθρώπων
μὲν γὰρ ἡ ἐπὶ γενέσει τέκνων σύνοδος τὰς παρθένους γυναῖκας
ἀποφαίνει· ὅταν δὲ ὁμιλεῖν ἄρξηται ψυχῇ θεός, πρότερον αὐτὴν οὖσαν <lb n="15"/>
γυναῖκα παρθένον αὖθις ἀποδείκνυσιν, ἐπειδὴ τὰς ἀγεννεῖς καὶ ἀνάνδρους
ἐπιθυμίας, αἷς ἐθηλύνετο, ἐκποδὼν ἀνελὼν τὰς αὐθιγενεῖς καὶ ἀκηράτους
ἀρετὰς ἀντεισάγει· Σάρρᾳ γοῦν οὐ διαλέξεται, πρὶν ἐκλιπεῖν ἐκείνην τὰ
γυναικεῖα πάντα (Gen. 18, 11) καὶ ἀναδραμεῖν εἰς ἁγνευούσης παρθένου
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="51"><p> τάξιν. <milestone unit="altref" n="15"/> ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν <lb n="20"/>
ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν
ἄνδρα εἰπὼν οὐ παρθένου — τρεπτὴ γὰρ ἥδε καὶ θνητή — ἀλλὰ „παρθενίας“
(Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας·
γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον
 αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="52"><p>τὸν οὖν ἀγένητον <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 μή τινα] μήποτ’ UF εἰδὼς] εἰδῶν GmgHL1, ἰδόντες UFL2
<lb/>2 ἐπικρύψετε U, ἐπικρύψητε FL2 μέχρι APG1 σαφῶς αὐτὴν UF
<lb/>3 Μωϋσῆ UF, Μασεῖ ceteri μυηθεὶς] μνησθεὶς G1
<lb/>5 ἱεροφαντεῖν UF ἱκανῶς H ὅδ’ F, ὁ δ’ om. AP
<lb/>6 ἐνθουσιῶν UFGcorr. : ἐνθουσιῶντα ceteri
<lb/>8 ἐμφαστικώτατα M
<lb/>9 παριστῶν UF
<lb/>10 γεγενηκὼς HU
<lb/>12 παρθένιον F 13.
<lb/>14 ἀνθρώπω AP
<lb/>14 γενέσει codd.: γεννήσει Mang. τέκνων] παίδων UF σύνοδος] ὁμιλία UF
<lb/>15 δ’ AP θεὸς ψυχὴ U, ὁ θεὸς ψυχὴ F αὐτὴν οὖσαν UF: αὐτὴν om. ceteri
<lb/>16 ἀγενεῖς AP
<lb/>17 θηλύνεται UF 
<lb/>18 ἐκλιπεῖν] ἐκπεσεῖν UF ἐκείνην om. UF
<lb/>20 τάξιν] τρόπον UF παρθέεῖν τῆς ἐχούσης νοῦ F
<lb/>22 εἰπὼν G οὐ G ἥδε] ἤδη F
<lb/>23 ἐχούσης MGH: μενούσης P, μενούσης AUF
<lb/>24 ποιῶν] ποιοτήτων AP, θνητῶν UFL2
<lb/>25 αἱ τυποῦσαι] ἐτύπωσε καὶ τύπους αἱ UFL2 τῶν] τὸν AP, τὰ coni. Markland et Wendl. κλῆρον AP: κλήρων ceteri εἰλήχασι M: εἰλήφασι ceteri οὖν] γοῦν U, γ’ οὖν F, νοῦν P ἀγένητον M: ἀγέννητον ceteri</note>  

<pb n="v.1.p.183"/>
καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ
ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι,
τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ
<lb n="5"/> μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν
ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ
Κάιν κτῆσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="53"><p><milestone unit="altref" n="16"/> Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις  ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται  <milestone unit="altpage2" n="p. 149 M."/> τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ
<lb n="10"/> τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων,
περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα
αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν,
φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ
μέγα πάλαι δεδήλωκας;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="54"><p>καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν <lb n="15"/> ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου
φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν
υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“ (Gen. 4, 25). οὐκοῦν πολὺ
μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως
ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι
<lb n="20"/> ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="55"><p>ἐπειδὴ τοίνυν οὐκ ἀπειρίᾳ τρόπων, καθ’ οὓς ὀνόματα δεῖ τίθεσθαι, φαίνεται τὴν συνήθη
χρῆσιν ἐπὶ τῶν περὶ Κάιν ἀνελών, σκεπτέον ἂν εἴη, τίνος αἰτίας
ἕνεκα οὕτως ἐκάλεσε τοὺς ἐκ τῶν πρώτων παραδιηγήσεως μᾶλλον ἢ
θέσεως ὀνομάτων τύπῳ χρησάμενος. ἔστι δ’, ὡς ἔμοιγε στοχαζομένῳ
<lb n="25"/> καταφαίνεται, ἡ αἰτία ἥδε. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="56"><p><milestone unit="altref" n="17"/> ὁ μὲν ἄλλος ἅπας ἀνθρώπων ὅμιλος ὀνόματα τίθεται πράγμασι διαφέροντα τῶν πραγμάτων, ὥσθ’ ἕτερα μὲν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἄτρεπτον] ἄφθαρτον UF τὸν θεὸν F εἰδέας F 1.
<lb/>2 μηδέποτε UF: μήποτε ceteri
<lb/>2 μεταβαλλούσῃ scripsi: μεταβαλούσης U, μεταβαλλούσης ceteri παρθενίας UF
<lb/>4 τοῦτον GH1 δ’ AP
<lb/>5 γένημα Η πανωλέθριον UF ἀποτεύξη L
<lb/>8 θαυμάσειε U: θαυμάσει F, θαυμάσαι ceteri 
<lb/>9 ἐξαλλάσσων UF
<lb/>10 φύντας] ὄντας AP πρῶτον om. Η
<lb/>11 τὸ ὄνομα UF
<lb/>12 αὐτὸ] αὐτῶ AP αὐτὰ F κατατάττειν APH
<lb/>13 τεχνητὰ AP ἢ corr. in οὐ H, οὐ L
<lb/>14 πάλαι om. ’UF
<lb/>15 ἤδει Α προσώπου δηλώσει U
<lb/>16 αὐτοῦ codd. : αὑτοῦ v
<lb/>17 τὸ ὄνομα om. F αὐτὸν F 
<lb/>19 τὸ πρῶτον UF
<lb/>20 τὸ om. UF
<lb/>21 ἀπορία AP καθ’ ὃ οὖς Α, καθ’ ὧν UF
<lb/>22 τῶν] τὸν APF
<lb/>23 οὕτως] ὦ οὗτος AP ἐκάλεσε] ἐκέλευσε M
<lb/>25 καταφαίνεται UF: φαίνεται ceteri ἡ om. UF
<lb/>26 ὥσθ’ MUF: ὡς ceteri</note>  

<pb n="v.1.p.184"/>
εἶναι τὰ τυγχάνοντα, ἑτέρας δὲ κλήσεις τὰς ἐπ’ αὐτοῖς· παρὰ Μωυσεῖ
δὲ αἱ τῶν ὀνομάτων θέσεις ἐνάργειαι πραγμάτων εἰσὶν ἐμφαντικώταται,
ὡς αὐτὸ τὸ πρᾶγμα ἐξ ἀνάγκης εὐθὺς εἶναι τοὔνομα καὶ <add>τοὔνομα καὶ</add>
καθ’ οὗ τίθεται διαφέρειν μηδέν. μάθοις δ’ ἂν σαφέστερον κἀκ τοῦ
 προτεθέντος ὃ λέγω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="57"><p>ὅταν ὁ ἐν ἡμῖν νοῦς — κεκλήσθω δὲ Ἀδάμ — <lb n="5"/>
ἐντυχὼν αἰσθήσει, παρ’ ἣν ζῆν δοκεῖ τὰ ἔμψυχα — καλεῖται δὲ Εὔα —,
[συνουσίας ἴσης ὀρεχθεὶς] πλησιάζῃ, ἡ δὲ συλλαμβάνῃ καθάπερ δικτύῳ
καὶ θηρεύῃ φυσικῶς τὸ ἐκτὸς αἰσθητόν, διὰ μὲν ὀφθαλμῶν τὸ χρῶμα,
διὰ δὲ ὤτων φωνήν, διὰ δὲ μυκτήρων ἀτμόν, χυλόν γε μὴν διὰ τῶν
γεύσεως ὀργάνων, καὶ διὰ τῶν ἁφῆς ἅπαν σῶμα, συλλαβοῦσα ἐγκύμων τε <lb n="10"/>
γίνεται καὶ εὐθὺς ὠδίνει καὶ τίκτει κακῶν ψυχῆς τὸ μέγιστον, οἴησιν·
ᾠήθη γὰρ αὑτοῦ πάντ’ εἶναι κτήματα, ὅσα εἶδεν, ὧν ἤκουσεν, ὧν ἐγεύσατο,
ὧν ὠσφρήσατο, ὧν ἥψατο, καὶ πάντων ὑπέλαβεν εὑρετὴν καὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="58"><p> τεχνίτην ἑαυτόν. <milestone unit="altref" n="18"/> ἔπαθε δὲ τοῦτο οὐκ ἀλόγως· ἦν γάρ ποτε
χρόνος, ὅτε νοῦς οὐ διελέγετο αἰσθήσει οὐδ’ εἶχεν αἴσθησιν, πάμπολυ <lb n="15"/>
διεστὼς τῶν συννόμων καὶ ἀγελαίων, ἐοικὼς τοῖς <milestone unit="altpage1" n="p. 150 Μ."/>  μονοτρόποις καὶ
μονωτικοῖς ζῴοις· τότε δὴ καθ’ ἑαυτὸν ἐξεταζόμενος σώματος οὐκ
ἐφήπτετο, ἀθροῦν <add>οὐκ</add> ἔχων ὄργανον περὶ ἑαυτόν, ᾧ θηρεύσει τὸ ἐκτός,
ἀλλ’ ἦν τυφλὸς καὶ ἀδύνατος, οὐχ ὃν οἱ πολλοὶ λέγουσιν, ὅταν πηρωθέντα
τὰς ὄψεις θεάσωνται· μίαν γὰρ οὗτος αἴσθησιν ἀφαιρεθεὶς τῶν <lb n="20"/>
 ἄλλων ἄγει πολλὴν περιουσίαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="59"><p>ἐκεῖνος δὲ πάσας τὰς αἰσθητικὰς δυνάμεις
περικεκομμένος, ἀδύνατος ὄντως, ἥμισυ ψυχῆς τελείας, ἐνδέων
δυνάμεως, ᾗ καταλαμβάνεσθαι σώματα πέφυκε, τμῆμα καθ’ ἑαυτὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 τὰ ἑαυτοῖς τυγχάνοντα U, τάδ’ ἐπ’ αὐτοῖς τυγχάνοντα F τὰς ἐπ’ αὐτοῖς om. UF Μωϋσῆ UF, Μωσεῖ ceteri
<lb/>2 ἐνάργειαι corr. Turn.: ἐνέργειαι codd.
<lb/>3 τὸ om. UF εὐθὺς om. L τοὔνομα καὶ addidi (idem coni. Wendl.)
<lb/>4 οὐδέν F κἀκ U: καὶ ἐκ ceteri
<lb/>5 ἐν ἡμῖν om. M κεκλήσθω δὲ] ὃς καλεῖται UF δ’ MAP 
<lb/>6 ἐντυχὼν δὲ UF
<lb/>7 συνουσίας ἴσης ὀρεχθεὶς seclusit Diels συνουσίας ἴσης MUF : συνουσίασις ἧς GH, ἴσως συνουσίας AP πλησιάζῃ U, πλησιάζει F:. πλησιάσῃ ceteri ἡ δὲ codd.: ἥδε v 7.8 συλλαμβάνῃ et θηρεύῃ scripsi: συλλαμβάνει et θηρεύει codd. 
<lb/>9 χυλόν UF: χυμός M, χυμόν ceteri
<lb/>10 τῆς γεύσεως U ἁφῆς] ἀφ’ ἦς MU, ἁφῶν F συλλαβοῦσα UF: συλλαβὼν ceteri τε om. UF
<lb/>11 τὸ μέγιστον ψυχῆς transp. UF 
<lb/>12 ὠήθει Α αὐτοῦ codd.
<lb/>13 ὠσφραίνετο U, ὀσφραίνετο F εὑρετὴν] εὐεργέτην UF
<lb/>14 τεχνήτην AP δὲ τοῦτο] γὰρ τοῦθ’ (sic) UF ἀλόγως ἴσως UFL2 
<lb/>15 αἰσθήσεσι UF οὐδ’ εἶχεν αἴσθησιν om. UF
<lb/>17 τότε δὴ] ἀτελῆ UFL2 
<lb/>18 ἀθροῦν A: ἄθρουν UF, θροῦν ceteri; ἀρκοῦν coni. Markiand οὑκ ἔχων Markland: τ’ ἔχων AP, τε ἔχων cetcri θηρεύσει] ὁμηρεύσει UF 19.
<lb/>20 πηρωθέντας AP 
<lb/>20 αἴσθησιν οὗτος transp. AP
<lb/>23 δυνάμεως om. UF ἡ] ὧ UF στερούμενον AP, στερόμενος F</note>  

<pb n="v.1.p.185"/>
στερόμενον τοῦ συμφυοῦς οὐκ εὐτυχές, [οὐκ] ἄνευ βάκτρων τῶν αἰσθητικῶν
ὀργάνων ἐτύγχανεν, οἷς ἱκανὸς ἦν σκηρίπτεσθαι κραδαινόμενος· παρ’ ἣν
αἰτίαν καὶ πολὺ σκότος πάντων κατεκέχυτο τῶν σωμάτων, οὐδενὸς
φανῆναι δυναμένου· ᾧ γὰρ γνωρίζεσθαι ἔμελλεν, αἴσθησις οὐκ ἦν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="60"><p>βουληθεὶς <lb n="5"/> οὖν ὁ θεὸς μὴ μόνον τῶν ἀσωμάτων ἀλλὰ καὶ στερεῶν σωμάτων
κατάληψιν αὐτῷ παρασχεῖν, ἐξεπλήρου τὴν ὅλην ψυχὴν τὸ ἕτερον
τῷ προειργασμένῳ τμῆμα συνυφαίνων, ὃ κέκληκε προσηγορικῶς μὲν
γυναῖκα ὀνομαστικῶς δὲ Εὔαν αἰνιττόμενος αἴσθησιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>