<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.61-9.80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.61-9.80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="61">ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.</l><l n="62"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="63">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="64">οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,</l><l n="65">πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,</l><l n="66">οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.</l><l n="67">νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς</l><l n="68">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="69">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="70">αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν</l><l n="71">τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.</l><l n="72">καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,</l><l n="73">αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.</l><l n="74">ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ</l><l n="75">κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="76">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="77">ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες</l><l n="78">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="79">καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·</l><l n="80">ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>