<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.321-9.340</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.321-9.340</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="321">αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες</l><l n="322">ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,</l><l n="323">φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·</l><l n="324">τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.</l><l n="325">τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς</l><l n="326">καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·</l><l n="327">οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς</l><l n="328">ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.</l><l n="329">καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,</l><l n="330">ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·</l><l n="331">αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,</l><l n="332">ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας</l><l n="333">τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.</l><l n="334">οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,</l><l n="335">τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.</l><l n="336">ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.</l><l n="337">αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="338">πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,</l><l n="339">ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.</l><l n="340">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>