<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.141-9.160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.141-9.160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="141">κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.</l><l n="142">ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν</l><l n="143">νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·</l><l n="144">ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη</l><l n="145">οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.</l><l n="146">ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,</l><l n="147">οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον</l><l n="148">εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.</l><l n="149">κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,</l><l n="150">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="151">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="152"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="153">νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.</l><l n="154">ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="155">αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.</l><l n="156">αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους</l><l n="157">εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες</l><l n="158">βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.</l><l n="159">νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην</l><l n="160">ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>