<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.401-8.420</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.401-8.420</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="401">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="402">τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.</l><l n="403">δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη</l><l n="404">ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος</l><l n="405">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον</l><l n="407">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="408">χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται</l><l n="409">δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.</l><l n="410">σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι</l><l n="411">δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="413">καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="414">μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο</l><l n="415">τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.</l></q><l n="416"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.</l><l n="417">δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.</l><l n="418">καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·</l><l n="419">δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο</l><l n="420">μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>