<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.301-7.320</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:7.301-7.320</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="301">ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·</l><l n="304">ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,</l><l n="305">ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,</l><l n="306">μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·</l><l n="307">δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="309">ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="310">μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="311">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="312">τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,</l><l n="313">παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι</l><l n="314">αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,</l><l n="315">εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει</l><l n="316">Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,</l><l n="318">αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ</l><l n="319">λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι</l><l n="320">πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>