<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.281-6.300</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:6.281-6.300</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="281">οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.</l><l n="282">βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν</l><l n="283">ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον</l><l n="284">Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.</l></q><l n="285">ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.</l><l n="286">καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,</l><l n="287">ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,</l><l n="288">ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.</l><milestone n="288" unit="card" ed="p"/><l n="289">ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα</l><l n="290">πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.</l><l n="291">δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου</l><l n="292">αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·</l><l n="293">ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,</l><l n="294">τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.</l><l n="295">ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς</l><l n="296">ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.</l><l n="297">αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,</l><l n="298">καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι</l><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>