<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.41-24.60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.41-24.60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="41">ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν</l><l n="42">παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.</l><l n="43">αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,</l><l n="44">κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν</l><l n="45">ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ</l><l n="46">δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.</l><l n="47">μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="48">ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει</l><l n="49">θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·</l><l n="50">καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,</l><l n="51">εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,</l><l n="52">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="53">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="54"><milestone unit="para" ed="P"/>ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι
                        Ἀχαιῶν·</l><l n="55">μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="56">ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·</l><l n="58">ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος</l><l n="59">οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.</l><l n="60">Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>