<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.241-24.260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.241-24.260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="241">τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.</l><l n="242">ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·</l><l n="243">τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·</l><q type="unspecified"><l n="244"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν</l><l n="245">ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,</l><l n="246">οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,</l><l n="247">οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.</l><l n="248">ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ</l><l n="249">αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας</l><l n="250">λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.</l><l n="251">οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,</l><l n="252">οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι</l><l n="253">εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.</l><l n="254">τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,</l><l n="255">εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.</l><l n="256">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="257">τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;</l><l n="258">καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="259">εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν</l><l n="260">οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>