<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.102-23.121</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.102-23.121</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="102">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·</l><l n="103">σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.</l></q><l n="104"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="105">τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,</l><l n="106">οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι</l><l n="107">οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ</l><l n="108">ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ</l><l n="109">γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν</l><l n="110">σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.</l></q><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="116">τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.</l><l n="117">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l><l n="118">καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,</l><l n="119">ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,</l><l n="120">φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·</l><l n="121">ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>