<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.321-21.340</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.321-21.340</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="321">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="322">οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·</l><l n="323">ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,</l><l n="324">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν</l><l n="325">ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν</l><l n="326">μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·</l><l n="327">ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="328">ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.</l><l n="329">ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.</l></q><l n="330">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="331">Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον</l><l n="332">ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν</l><l n="333">ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;</l><l n="334">οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,</l><l n="335">πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.</l><l n="336">ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.</l><l n="337">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="338">εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,</l><l n="339">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="340">δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>