<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.421-2.434</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.421-2.434</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><l n="421">ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.</l><l n="422">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="423">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.</l><l n="424">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="425">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="426">ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.</l><l n="427">ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="428">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="429">ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="430">δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν</l><l n="431">στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="432">λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,</l><l n="433">ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.</l><l n="434">παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>