<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.301-17.320</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.301-17.320</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.</l><l n="307">καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,</l><l n="308">εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,</l><l n="309">ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν</l><l n="310">γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="312">καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.</l><l n="313">εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,</l><l n="314">οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="315">αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.</l><l n="316">οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης</l><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>