<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.181-17.200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.181-17.200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="181">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,</l><l n="182">δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε</l><l n="183">ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.</l><l n="184">τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="185"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι
                     μενεαίνεις</l><l n="186">σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε</l><l n="187">αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·</l><l n="188">ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω</l><l n="189">νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—</l><l n="190">ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα</l><l n="191">ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.</l></q><l n="192"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="193">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="194">ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.</l><l n="195">δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,</l><l n="196">σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="198">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·</l><l n="199">Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.</l><l n="200">τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>