<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.362-16.381</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.362-16.381</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="362">εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.</l><l n="363">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.</l><l n="365">ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας</l><l n="366">αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="367">οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ</l><l n="368">νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,</l><l n="369">Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες</l><l n="370">αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,</l><l n="371">ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον</l><l n="372">Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω</l><l n="373">τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.</l><l n="374">αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,</l><l n="375">λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.</l><l n="376">ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς</l><l n="377">εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,</l><l n="378">ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς</l><l n="379">οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·</l><l n="380">οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·</l><l n="381">μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>