<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.322-16.341</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.322-16.341</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="322">ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,</l><l n="323">ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.</l><l n="324">οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,</l><l n="325">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="326">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,</l><l n="327">αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.</l><l n="328">αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,</l><l n="329">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="330">οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει</l><l n="331">ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ</l><l n="332">ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι</l><l n="333">τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς</l><l n="334">τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.</l><l n="335">ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,</l><l n="336">κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="337">ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.</l></q><l n="338"><milestone unit="para" ed="P"/>Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς</l><l n="339">πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.</l><l n="340">αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,</l><l n="341">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>