<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.101-15.120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.101-15.120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="101">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,</l><l n="102">Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,</l><l n="103">υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν</l><l n="104">ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,</l><l n="105">ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.</l><l n="106">τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,</l><l n="107">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="108">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="109">βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο</l><l n="110">Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="111">Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,</l><l n="112">ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.</l><l n="113">δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="114">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.</l><l n="115">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="116">ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="117">ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="118">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="119">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="120">ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>