<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.461-14.480</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.461-14.480</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="461">ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες
                     ἑταῖροι,</l><l n="463">εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει</l><l n="464">ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι</l><l n="465">καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,</l><l n="466">καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.</l><l n="467">ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.</l><l n="468">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,</l><l n="469">ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.</l><l n="470">ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="471">τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.</l><l n="472">ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,</l><l n="473">ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,</l><l n="474">ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες</l><l n="475">κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,</l><l n="476">πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,</l><l n="477">ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.</l><l n="478">ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,</l><l n="479">εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·</l><l n="480">αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>