<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.161-13.180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.161-13.180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="161">ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς</l><l n="162">ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,</l><l n="163">ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε</l><l n="164">χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.</l><l n="165">οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον</l><l n="166">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="167">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="168"><milestone unit="para" ed="P"/>ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ</l><l n="169">οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.</l></q><l n="170"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="171">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει</l><l n="173">πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="174">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="175">φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,</l><l n="176">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="177">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="178">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="179">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·</l><l n="180">πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>