<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.301-12.320</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.301-12.320</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="301">ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι</l><l n="302">ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.</l></q><l n="303"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.</l><l n="304">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="305">στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα</l><l n="306">ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι</l><l n="307">νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.</l><l n="308">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="309">μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,</l><l n="310">οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·</l><l n="311">κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.</l><l n="312">ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="313">ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς</l><l n="314">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="315">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="316">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="317">νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.</l><l n="318">ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·</l><l n="319">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="320"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>