<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.221-12.240</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.221-12.240</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="221">κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.</l></q><l n="222"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="223">Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,</l><l n="224">μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι</l><l n="225">εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.</l><l n="226">καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς</l><l n="227">λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε</l><l n="229">μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον</l><l n="230">πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι</l><l n="231">Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.</l><l n="232">οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε</l><l n="233">πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.</l><milestone n="234" unit="card" ed="p"/><l n="234"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·</l><l n="235">ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις</l><l n="236">δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="237">ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ</l><l n="238">πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη</l><l n="239">ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·</l><l n="240">ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>