<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.281-1.300</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.281-1.300</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="281">ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="282">ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς</l><l n="283">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.</l><l n="284">πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,</l><l n="285">κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·</l><l n="286">ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="287">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,</l><l n="288">ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·</l><l n="289">εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,</l><l n="290">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="291">σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι</l><l n="292">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.</l><l n="293">αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,</l><l n="294">φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="295">ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="296">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ</l><l n="297">νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.</l><l n="298">ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης</l><l n="299">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,</l><l n="300">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>