<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.181-1.200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.181-1.200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="181">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.</l><l n="182">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν</l><l n="183">πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,</l><l n="184">ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.</l><l n="185">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,</l><l n="186">ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.</l><l n="187">ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι</l><l n="188">ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν</l><l n="189">Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε</l><l n="190">ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν</l><l n="191">γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε</l><l n="192">παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν</l><l n="193">ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.</l><l n="194">νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,</l><l n="195">σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.</l><l n="196">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,</l><l n="197">ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="198">νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν</l><l n="199">ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.</l><l n="200">αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>