<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:936-955</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:936-955</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="936">τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.</l></sp><sp><speaker>Χορός</speaker><l n="937">ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ</l><l n="938">φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.</l></sp><milestone unit="card" n="939"/><sp><speaker>Κρέων</speaker><l n="939">ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,</l><l n="940">ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,</l><l n="941">τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι</l><l n="942">οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι</l><l n="943">ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.</l><l n="944">ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον</l><l n="945">κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι</l><l n="946">ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.</l><l n="947">τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον</l><l n="948">ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ</l><l n="949">τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·</l><l n="950">ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.</l><l n="951">καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς</l><l n="952">αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·</l><l n="953">ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.</l><l n="954">θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν</l><l n="955">θανεῖν·  θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>