<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1631-1650</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1631-1650</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1631">κἀπεὶ προσῆλθεν, εἶπεν·  ὦ φίλον κάρα,</l><l n="1632">δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,</l><l n="1633">ὑμεῖς τε, παῖδες, τῷδε·  καὶ καταίνεσον</l><l n="1634">μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν</l><l n="1635">μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.</l><l n="1636">ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα</l><l n="1637">κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.</l><l n="1638">ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους</l><l n="1639">ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·</l><l n="1640">ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ</l><l n="1641">χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις</l><l n="1642">λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,</l><l n="1643">ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα·  πλὴν ὁ κύριος</l><l n="1644">Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.</l><l n="1645">τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν</l><l n="1646">ξύμπαντες·  ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις</l><l n="1647">στένοντες ὡμαρτοῦμεν.  ὡς δʼ ἀπήλθομεν,</l><l n="1648">χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν</l><l n="1649">τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,</l><l n="1650">ἄνακτα δʼ  αὐτὸν ὀμμάτων ἐπίσκιον</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>