<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1611-1630</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1611-1630</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1611">πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν·  ὦ τέκνα,</l><l n="1612">οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.</l><l n="1613">ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι</l><l n="1614">τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·</l><l n="1615">σκληρὰν μέν, οἶδα, παῖδες·  ἀλλʼ ἓν γὰρ μόνον</l><l n="1616">τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.</l><l n="1617">τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον</l><l n="1618">ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι</l><l n="1619">τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.</l></sp><milestone unit="card" n="1620"/><sp><speaker>Ἄγγελος</speaker><l n="1620">τοιαῦτʼ  ἐπʼ  ἀλλήλοισιν ἀμφικείμενοι</l><l n="1621">λύγδην ἔκλαιον πάντες.  ὡς δὲ πρὸς τέλος</l><l n="1622">γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,</l><l n="1623">ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς</l><l n="1624">θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας</l><l n="1625">στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,</l><l n="1626">καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·</l><l n="1627">ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν</l><l n="1628">χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.</l><l n="1629">ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,</l><l n="1630">αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>