<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1362-1381</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1362-1381</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1362">σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,</l><l n="1363">σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος</l><l n="1364">ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.</l><l n="1365">εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς</l><l n="1366">τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·</l><l n="1367">νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,</l><l n="1368">αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·</l><l n="1369">ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.</l><l n="1370">τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω</l><l n="1371">ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι</l><l n="1372">πρὸς ἄστυ Θήβης.  οὐ γὰρ ἔσθʼ ὅπως πόλιν</l><l n="1373">κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι</l><l n="1374">πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.</l><l n="1375">τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ</l><l n="1376">νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,</l><l n="1377">ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν</l><l n="1378">καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς</l><l n="1379">τοιώδʼ ἐφύτην·  αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.</l><l n="1380">τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους</l><l n="1381">κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>