<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:933-952</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:933-952</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="933">πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.</l><l n="934">ὤμοι τάλας.  ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι,</l><l n="935">ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν.</l><l n="936">ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι</l><l n="937">θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,</l><l n="938">ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω,</l><l n="939">ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,</l><l n="940">οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως·</l><l n="941">ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει·</l><l n="942">προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου</l><l n="943">ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,</l><l n="944">καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·</l><l n="945">ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει,</l><l n="946">κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,</l><l n="947">εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε</l><l n="948">εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.</l><l n="949">νῦν δʼ ἠπάτημαι δύσμορος.  τί χρή με δρᾶν;</l><l n="950">ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ.</l><l n="951">τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος.</l><l n="952">ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>