<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:875-894</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:875-894</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="875">ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ</l><l n="876">ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.</l><l n="877">καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ</l><l n="878">λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,</l><l n="879">σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,</l><l n="880">ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ,</l><l n="881">ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="882">ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα</l><l n="883">ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·</l><l n="884">ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου</l><l n="885">πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.</l><l n="886">νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,</l><l n="887">οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,</l><l n="888">ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="889">αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·</l><l n="890">τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ</l><l n="891">ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ</l><l n="892">ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.</l></sp><milestone unit="card" n="893"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="893">ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="894">θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>