<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:947-966</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:947-966</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="947">ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.</l><l n="948">παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων</l><l n="949">ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν</l><l n="950">ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.</l><l n="951">ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ</l><l n="952">θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας</l><l n="953">φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·</l><l n="954">νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,</l><l n="955">ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου</l><l n="956">ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν</l><l n="957">Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.</l><l n="958">ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων</l><l n="959">βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν</l><l n="960">πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,</l><l n="961">πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου</l><l n="962">ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.</l><l n="963">καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως</l><l n="964">τεύξει ποτʼ·  οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ</l><l n="965">Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος</l><l n="966">βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>