<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:1137-1156</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:1137-1156</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1137">κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,</l><l n="1138">κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ</l><l n="1139">λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς</l><l n="1140">ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,</l><l n="1141">ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας</l><l n="1142">σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.</l><l n="1143">οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς</l><l n="1144">ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ</l><l n="1145">πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε</l><l n="1146">μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,</l><l n="1147">οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,</l><l n="1148">ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.</l><l n="1149">νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ</l><l n="1150">θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας</l><l n="1151">θύελλʼ ὅπως βέβηκας.  οἴχεται πατήρ·</l><l n="1152">τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·</l><l n="1153">γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς</l><l n="1154">μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις</l><l n="1155">φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος</l><l n="1156">τιμωρὸς αὐτός.  ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>