<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:812-831</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:812-831</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="812">μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·</l><l n="813">κτείνω δὲ τοὺς ξύμπαντας.  εἰ δὲ τῷ ξένῳ</l><l n="814">τούτῳ προσήκει Λαΐου τι συγγενές,</l><l n="815">τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;</l><l n="816">τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;</l><l n="817">ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι</l><l n="818">δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,</l><l n="819">ὠθεῖν δʼ ἀπʼ οἴκων.  καὶ τάδʼ οὔτις ἄλλος ἦν</l><l n="820">ἢ ʼγὼ ʼπʼ  ἐμαυτῷ τάσδʼ  ἀρὰς ὁ προστιθείς.</l><l n="821">λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν</l><l n="822">χραίνω, διʼ ὧνπερ ὤλετʼ·  ἆρʼ ἔφυν κακός;</l><l n="823">ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,</l><l n="824">καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν</l><l n="825">μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ</l><l n="826">μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν</l><l n="827">Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.</l><l n="828">ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν</l><l n="829">κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;</l><l n="830">μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,</l><l n="831">ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>