<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:254-273</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:254-273</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="254">γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.</l></sp><milestone unit="card" resp="p" n="255"/><sp><speaker>Οἰδίπους</speaker><l n="255">οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,</l><l n="256">ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,</l><l n="257">ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,</l><l n="258">ἀλλʼ ἐξερευνᾶν·  νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ</l><l n="259">ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,</l><l n="260">ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ  ὁμόσπορον,</l><l n="261">κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος</l><l n="262">μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·</l><l n="263">νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·</l><l n="264">ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,</l><l n="265">ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,</l><l n="266">ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,</l><l n="267">τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ</l><l n="268">τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.</l><l n="269">καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς</l><l n="270">μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ</l><l n="271">μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ</l><l n="272">τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·</l><l n="273">ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>