<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="21">ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.</l><l n="22">πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν</l><l n="23">ἤδη σαλεύει κἀνακουφίσαι κάρα</l><l n="24">βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,</l><l n="25">φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,</l><l n="26">φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε</l><l n="27">ἀγόνοις γυναικῶν·  ἐν δʼ ὁ πυρφόρος θεὸς</l><l n="28">σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,</l><l n="29">ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ</l><l n="30">Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.</l><l n="31">θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ</l><l n="32">οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι,</l><l n="33">ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου</l><l n="34">κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·</l><l n="35">ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν</l><l n="36">σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,</l><l n="37">καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον</l><l n="38">οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ</l><l n="39">λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·</l><l n="40">νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>