<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1496-1515</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1496-1515</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1496">τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ</l><l n="1497">ὑμῶν ἔπεφνε·  τὴν τεκοῦσαν ἤροσεν,</l><l n="1498">ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων</l><l n="1499">ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.</l><l n="1500">τοιαῦτʼ ὀνειδιεῖσθε·  κᾆτα τίς γαμεῖ;</l><l n="1501">οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ</l><l n="1502">χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.</l><l n="1503">ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ</l><l n="1504">ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,</l><l n="1505">ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς</l><l n="1506">πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,</l><l n="1507">μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.</l><l n="1508">ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν</l><l n="1509">πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.</l><l n="1510">ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.</l><l n="1511">σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,</l><l n="1512">πόλλʼ ἂν παρῄνουν·  νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,</l><l n="1513">οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος</l><l n="1514">ὑμᾶς κυρῆσαι τοῦ   φυτεύσαντος πατρός.</l></sp><sp><speaker>Κρέων</speaker><l n="1515">ἅλις ἵνʼ ἐξήκεις δακρύων·  ἀλλʼ ἴθι στέγης ἔσω.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>