<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1456-1475</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1456-1475</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1456">μήτʼ ἄλλο πέρσαι μηδέν·  οὐ γὰρ ἄν ποτε</l><l n="1457">θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.</l><l n="1458">ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·</l><l n="1459">παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,</l><l n="1460">προσθῇ μέριμναν·  ἄνδρες εἰσίν, ὥστε μὴ</l><l n="1461">σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·</l><l n="1462">ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,</l><l n="1463">αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς</l><l n="1464">τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ</l><l n="1465">ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·</l><l n="1466">αἷν μοι μέλεσθαι·  καὶ μάλιστα μὲν χεροῖν</l><l n="1467">ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.</l><l n="1468">ἴθʼ ὦναξ,</l><l n="1469">ἴθʼ ὦ γονῇ γενναῖε·  χερσί τἂν θιγὼν</l><l n="1470">δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ  ἔβλεπον.</l><l n="1471">τί φημί;</l><l n="1472">οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν</l><l n="1473">δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων</l><l n="1474">ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;</l><l n="1475">λέγω τι;</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>