<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2:751-770</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2:751-770</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="751">εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως</l><l n="752">θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ</l><l n="753">εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε</l><l n="754">Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,</l><l n="755">εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.</l><l n="756">ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ</l><l n="757">δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.</l><l n="758">τὰ γὰρ περισσὰ κἀνόνητα σώματα</l><l n="759">πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις</l><l n="760">ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν</l><l n="761">βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.</l><l n="762">κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος</l><l n="763">ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.</l><l n="764">ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει</l><l n="765">βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.</l><l n="766">ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο·</l><l n="767">πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ</l><l n="768">κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα</l><l n="769">κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.</l><l n="770">τοσόνδʼ ἐκόμπει μῦθον.  εἶτα δεύτερον</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>