<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2:1059-1078</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2:1059-1078</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1059">θανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ,</l><l n="1060">οὗτος δʼ ἂν ἔζη.  νῦν δʼ ἐνήλλαξεν θεὸς</l><l n="1061">τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.</l><l n="1062">ὧν εἵνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων</l><l n="1063">τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,</l><l n="1064">ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος</l><l n="1065">ὄρνισι φορβὴ παραλίοις γενήσεται.</l><l n="1066">πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.</l><l n="1067">εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,</l><l n="1068">πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,</l><l n="1069">χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπου</l><l n="1070">λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν.</l><l n="1071">καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην</l><l n="1072">μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.</l><l n="1073">οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς</l><l n="1074">φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,</l><l n="1075">οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι,</l><l n="1076">μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.</l><l n="1077">ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,</l><l n="1078">δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>