<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg016.perseus-grc2:68-78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg016.perseus-grc2:68-78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg016.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="68"><p>καταλύσαντες δὲ τὰς θυσίας ἐπὶ τῶν βωμῶν σφάττουσιν ἀλλήλους· πλείους δὲ φεύγουσι νῦν ἐκ
          μιᾶς πόλεως ἢ πρότερον ἐξ ἁπάσης τῆς Πελοποννήσου. καὶ τοσούτων ἀπηριθμημένων κακῶν, πολὺ
          πλείω τὰ παραλελειμμένα τῶν εἰρημένων ἐστίν· οὐδὲν γὰρ ὅ τι τῶν δεινῶν ἢ χαλεπῶν οὐκ
          ἐνταῦθα συνδεδράμηκεν. </p></div><div subtype="section" type="textpart" n="69"><p>ὧν οἱ μὲν ἤδη μεστοὶ τυγχάνουσιν ὄντες, οἱ δὲ διὰ ταχέων ἐμπλησθήσονται, καὶ ζητήσουσί
          τινα τῶν παρόντων πραγμάτων εὑρεῖν ἀπαλλαγήν. μὴ γὰρ οἴεσθʼ αὐτοὺς μενεῖν ἐπὶ τούτοις·
          οἵτινες γὰρ εὖ πράττοντες ἀπεῖπον, πῶς ἂν οὗτοι κακοπαθοῦντες πολὺν χρόνον καρτερήσειαν;
          ὥστʼ οὐ μόνον ἢν μαχόμενοι νικήσωμεν, ἀλλʼ ἐὰν ἡσυχίαν ἔχοντες περιμείνωμεν, ὄψεσθʼ αὐτοὺς
          μεταβαλλομένους μένους καὶ τὴν ἡμετέραν συμμαχίαν σωτηρίαν αὑτῶν εἶναι νομίζοντας. τὰς μὲν
          οὖν ἐλπίδας ἔχω τοιαύτας. </p></div><div subtype="section" type="textpart" n="70"><p> τοσοῦτον δʼ ἀπέχω τοῦ ποιῆσαί τι τῶν προσταττομένων, ὥστʼ εἰ μηδὲν γίγνοιτο τούτων μηδὲ
          βοηθείας μηδαμόθεν τυγχάνοιμεν, ἀλλὰ τῶν Ἑλλήνων οἱ μὲν ἀδικοῖεν ἡμᾶς οἱ δὲ περιορῷεν,
          οὐδʼ ἂν οὕτω μεταγνοίην, ἀλλὰ πάντας ἂν τοὺς ἐκ τοῦ πολέμου κινδύνους ὑπομείναιμι πρὶν
          ποιήσασθαι τὰς ὁμολογίας ταύτας. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ ἀμφοτέρων, εἴτε καταγνοίημεν τῶν
          προγόνων ὡς ἀδίκως Μεσσηνίους ἀφείλοντο τὴν χώραν, εἴτʼ ἐκείνων ὀρθῶς κτησαμένων καὶ
          προσηκόντως ἡμεῖς παρὰ τὸ δίκαιον συγχωρήσαιμέν τι περὶ αὐτῆς. </p></div><div subtype="section" type="textpart" n="71"><p>τούτων μὲν οὖν οὐδέτερον ποιητέον, σκεπτέον δʼ ὅπως ἀξίως ἡμῶν αὐτῶν πολεμήσομεν, καὶ μὴ
          τοὺς εἰθισμένους ἐγκωμιάζειν τὴν πόλιν ἐλέγξομεν ψευδεῖς ὄντας, ἀλλὰ τοιούτους ἡμᾶς αὐτοὺς
          παρασχήσομεν, ὥστε δοκεῖν ἐκείνους ἐλάττω τῶν ὑπαρχόντων εἰρηκέναι περὶ ἡμῶν. </p></div><div subtype="section" type="textpart" n="72"><p>οἶμαι μὲν οὖν οὐδὲν συμβήσεσθαι δεινότερον τῶν νῦν παρόντων, ἀλλὰ τοὺς ἐχθροὺς τοιαῦτα
          βουλεύσεσθαι καὶ πράξειν, ἐξ ὧν ἐπανορθώσουσιν ἡμᾶς· ἂν δʼ ἄρα ψευσθῶμεν τῶν ἐλπίδων καὶ
          πανταχόθεν ἐξειργώμεθα καὶ μηδὲ τὴν πόλιν ἔτι δυνώμεθα διαφυλάττειν, χαλεπὰ μέν ἐστιν ἃ
          μέλλω λέγειν, ὅμως δʼ οὐκ ὀκνήσω παρρησιάσασθαι περὶ αὐτῶν. καὶ γὰρ ἐξαγγελθῆναι τοῖς
          Ἕλλησι καλλίω ταῦτʼ ἐστί, καὶ μᾶλλον ἁρμόττοντα τοῖς ἡμετέροις φρονήμασιν, ὧν ἔνιοί τινες
          ἡμῖν συμβουλεύουσιν. </p></div><div subtype="section" type="textpart" n="73"><p>φημὶ γὰρ χρῆναι τοὺς μὲν γονέας τοὺς ἡμετέρους αὐτῶν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας καὶ
          τὸν ὄχλον τὸν ἄλλον ἐκ τῆς πόλεως ἐκπέμψαι, τοὺς μὲν εἰς Σικελίαν,<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">εἰς
              Σικελίαν</foreign>MSS.:<foreign xml:lang="greek">εἰς Σικελίαν καὶ
            Ἰταλίαν</foreign>Wolf from Dionysius, Isocr. 9.</note> τοὺς δʼ εἰς Κυρήνην, τοὺς δʼ εἰς
          τὴν ἤπειρον (ἄσμενοι δʼ αὐτοὺς ἅπαντες οὗτοι δέξονται καὶ χώρᾳ πολλῇ καὶ ταῖς ἄλλαις ταῖς
          περὶ τὸν βίον εὐπορίαις, οἱ μὲν χάριν ἀποδιδόντες ὧν εὖ πεπόνθασιν, οἱ δὲ κομιεῖσθαι
          προσδοκῶντες ὧν ἂν προϋπάρξωσιν), </p></div><div subtype="section" type="textpart" n="74"><p>ὑπολειφθέντας δὲ τοὺς βουλομένους καὶ δυναμένους κινδυνεύειν τῆς μὲν πόλεως ἀφεῖσθαι καὶ
          τῶν ἄλλων κτημάτων, πλὴν ὅσα ἂν οἷοί τʼ ὦμεν ἀπενέγκασθαι μεθʼ ἡμῶν αὐτῶν, καταλαβόντας δὲ
          χωρίον, ὅ τι ἂν ἐχυρώτατον ᾖ καὶ πρὸς τὸν πόλεμον συμφορώτατον, ἄγειν καὶ φέρειν τοὺς
          πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἕως ἂν παύσωνται τῶν ἡμετέρων ἀμφισβητοῦντες.
        </p></div><div subtype="section" type="textpart" n="75"><p>καὶ ταῦτʼ ἐὰν τολμήσωμεν καὶ μὴ κατοκνήσωμεν, ὄψεσθε τοὺς νῦν ἐπιτάττοντας ἱκετεύοντας
          καὶ δεομένους ἡμῶν Μεσσήνην ἀπολαβεῖν καὶ ποιήσασθαι τὴν εἰρήνην.</p><p>ποία γὰρ ἂν τῶν πόλεων τῶν ἐν Πελοποννήσῳ τοιοῦτον πόλεμον ὑπομείνειεν, οἷον εἰκὸς
          γενέσθαι βουληθέντων ἡμῶν; τίνες δʼ οὐκ ἂν ἐκπλαγεῖεν καὶ δείσαιεν στρατόπεδον
          συνιστάμενον τοιαῦτα μὲν διαπεπραγμένον, δικαίως δὲ τοῖς αἰτίοις τούτων ὠργισμένον,
          ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακείμενον, </p></div><div subtype="section" type="textpart" n="76"><p>καὶ τῷ μὲν σχολὴν ἄγειν καὶ μηδὲ περὶ ἓν ἄλλο διατρίβειν ἢ περὶ τὸν πόλεμον τοῖς ξενικοῖς
          στρατεύμασιν ὡμοιωμένον, ταῖς δʼ ἀρεταῖς καὶ τοῖς ἐπιτηδεύμασι τοιοῦτον οἷον ἐξ ἁπάντων
          ἀνθρώπων οὐδεὶς ἂν συντάξειεν, ἔτι δὲ μηδεμιᾷ πολιτείᾳ τεταγμένῃ χρώμενον, ἀλλὰ θυραυλεῖν
          καὶ πλανᾶσθαι κατὰ τὴν χώραν δυνάμενον καὶ ῥᾳδίως μὲν ὅμορον οἷς ἂν βούληται γιγνόμενον,
          τοὺς δὲ τόπους ἅπαντας τοὺς πρὸς τὸν πόλεμον συμφέροντας πατρίδας εἶναι νομίζον; </p></div><div subtype="section" type="textpart" n="77"><p>ἐγὼ μὲν γὰρ οἶμαι τῶν λόγων μόνον ῥηθέντων τούτων καὶ διασπαρέντων εἰς τοὺς Ἕλληνας εἰς
          πολλὴν ταραχὴν καταστήσεσθαι τοὺς ἐχθροὺς ἡμῶν, ἔτι δὲ μᾶλλον, ἢν καὶ τέλος ἐπιθεῖναι
          τούτοις ἀναγκασθῶμεν. τίνα γὰρ οἰηθῶμεν αὐτοὺς γνώμην ἕξειν, ὅταν αὐτοὶ μὲν κακῶς
          πάσχωσιν, ἡμᾶς δὲ μηδὲν δύνωνται ποιεῖν; </p></div><div subtype="section" type="textpart" n="78"><p>καὶ τὰς μὲν αὑτῶν πόλεις ἴδωσιν εἰς πολιορκίαν καθεστηκυίας, τὴν δʼ ἡμετέραν οὕτω
          διεσκευασμένην ὥστε μηκέτι τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν; ἔτι δὲ τὴν τῶν σωμάτων τροφὴν ἡμῖν
          μὲν ῥᾳδίαν οὖσαν ἔκ τε τῶν ὑπαρχόντων καὶ τῶν ἐκ τοῦ πολέμου γιγνομένων, αὑτοῖς δὲ χαλεπὴν
          διὰ τὸ μὴ ταὐτὸν εἶναι στρατόπεδόν τε τοιοῦτον διοικεῖν καὶ τοὺς ὄχλους τοὺς ἐν ταῖς
          πόλεσι διατρέφειν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>