<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2:41-54</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2:41-54</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="41"><p>ἀλλὰ γὰρ οὐκ ἐν τοῖς λόγοις χρὴ τούτοις<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">ἐν τοῖς λόγοις χρὴ τούτοις Γ· ἐν τοῖς λόγοις χρὴ περὶ τῶν
              ἐπιτηδευμάτων</foreign>vulg.</note> ζητεῖν τὰς καινότητας, ἐν οἷς οὔτε παράδοξον οὔτʼ
          ἄπιστον οὔτʼ ἔξω τῶν νομιζομένων οὐδὲν ἔξεστιν εἰπεῖν, ἀλλʼ ἡγεῖσθαι τοῦτον χαριέστατον,
          ὃς ἂν τῶν διεσπαρμένων ἐν ταῖς τῶν ἄλλων διανοίαις ἀθροῖσαι τὰ πλεῖστα δυνηθῇ καὶ φράσαι
          κάλλιστα περὶ αὐτῶν. </p></div><div subtype="section" type="textpart" n="42"><p>ἐπεὶ κἀκεῖνό μοι πρόδηλον ἦν, ὅτι τὰ συμβουλεύοντα καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων
          μάτων χρησιμώτατα μὲν ἅπαντες νομίζουσιν, οὐ μὴν ἥδιστά γʼ αὐτῶν ἀκούουσιν, ἀλλὰ
          πεπόνθασιν ὅπερ πρὸς τοὺς νουθετοῦντας· καὶ γὰρ ἐκείνους ἐπαινοῦσι μέν, πλησιάζειν δὲ
          βούλονται τοῖς συνεξαμαρτάνουσιν ἀλλʼ οὐ τοῖς ἀποτρέπουσιν. </p></div><div subtype="section" type="textpart" n="43"><p>σημεῖον δʼ ἄν τις ποιήσαιτο τὴν Ἡσιόδου καὶ Θεόγνιδος καὶ Φωκυλίδου ποίησιν· καὶ γὰρ
          τούτους φασὶ μὲν ἀρίστους γεγενῆσθαι συμβούλους τῶ βίῳ τῷ τῶν ἀνθρώπων, ταῦτα δὲ λέγοντες
          αἱροῦνται συνδιατρίβειν ταῖς ἀλλήλων ἀνοίαις μᾶλλον ἢ ταῖς ἐκείνων ὑποθήκαις. </p></div><div subtype="section" type="textpart" n="44"><p>ἔτι δʼ εἴ τις ἐκλέξειε τῶν προεχόντων ποιητῶν τὰς καλουμένας γνώμας, ἐφʼ αἷς ἐκεῖνοι
          μάλιστʼ ἐσπούδασαν, ὁμοίως ἂν καὶ πρὸς ταύτας διατεθεῖεν· ἥδιον γὰρ ἂν κωμῳδίας τῆς
          φαυλοτάτης ἢ τῶν οὕτω τεχνικῶς πεποιημένων ἀκούσαιεν.</p><p>καὶ τί δεῖ καθʼ ἓν ἕκαστον λέγοντα διατρίβειν; </p></div><div subtype="section" type="textpart" n="45"><p>ὅλως γὰρ εἰ ʼθέλοιμεν σκοπεῖν τὰς φύσεις τὰς τῶν ἀνθρώπων, εὑρήσομεν τοὺς πολλοὺς αὐτῶν
          οὔτε τῶν σιτίων χαίροντας τοῖς ὑγιεινοτάτοις οὔτε τῶν ἐπιτηδευμάτων τοῖς καλλίστοις οὔτε
          τῶν πραγμάτων τοῖς βελτίστοις οὔτε τῶν θρεμμάτων<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">θρεμμάτων Γ· μαθημάτων</foreign>vulg.</note>
          τοῖς ὠφελιμωτάτοις, ἀλλὰ παντάπασιν ἐναντίας τῷ συμφέροντι τὰς ἡδονὰς ἔχοντας, καὶ
          δοκοῦντας καρτερικοὺς καὶ φιλοπόνους εἶναι τοὺς τῶν δεόντων τι ποιοῦντας· </p></div><div subtype="section" type="textpart" n="46"><p> ὥστε πῶς ἄν τις τοῖς τοιούτοις ἢ παραινῶν ἢ διδάσκων ἢ χρήσιμόν τι λέγων ἀρέσειεν; οἳ
          πρὸς τοῖς εἰρημένοις φθονοῦσι μὲν τοῖς εὖ φρονοῦσιν, ἁπλοῦς δʼ ἡγοῦνται τοὺς νοῦν οὐκ
          ἔχοντας, οὕτω δὲ τὰς ἀληθείας τῶν πραγμάτων φεύγουσιν, ὥστʼ οὐδὲ τὰ σφέτερʼ αὐτῶν ἴσασιν,
          ἀλλὰ λυποῦνται μὲν περὶ τῶν ἰδίων λογιζόμενοι, χαίρουσι δὲ περὶ τῶν ἀλλοτρίων
          διαλεγόμενοι, βούλοιντο δʼ ἂν τῷ σώματι κακοπαθῆσαι μᾶλλον ἢ τῇ ψυχῇ πονῆσαι καὶ σκέψασθαι
          περί τινος τῶν ἀναγκαίων. </p></div><div subtype="section" type="textpart" n="47"><p>εὕροι δʼ ἄν τις αὐτοὺς ἐν μὲν ταῖς πρὸς ἀλλήλους συνουσίαις ἢ λοιδοροῦντας ἢ
          λοιδορουμένους, ἐν δὲ ταῖς ἐρημίαις οὐ βουλευομένους ἀλλʼ εὐχομένους. λέγω δʼ οὐ καθʼ
          ἁπάντων, ἀλλὰ κατὰ τῶν ἐνόχων τοῖς εἰρημένοις ὄντων. </p></div><div subtype="section" type="textpart" n="48"><p>ἐκεῖνο δʼ οὖν φανερόν, ὅτι δεῖ τοὺς βουλομένους ἢ ποιεῖν ἢ γράφειν τι κεχαρισμένον τοῖς
          πολλοῖς μὴ τοὺς ὠφελιμωτάτους τῶν λόγων ζητεῖν, ἀλλὰ τοὺς μυθωδεστάτους· ἀκούοντες μὲν γὰρ
          τῶν τοιούτων χαίρουσι, θεωροῦντες δὲ τοὺς ἀγῶνας καὶ τὰς ἁμίλλας. διὸ καὶ τὴν Ὁμήρου
          ποίησιν καὶ τοὺς πρώτους εὑρόντας τραγῳδίαν ἄξιον θαυμάζειν, ὅτι κατιδόντες τὴν φύσιν τὴν
          τῶν ἀνθρώπων ἀμφοτέραις ταῖς ἰδέαις ταύταις κατεχρήσαντο πρὸς τὴν ποίησιν. </p></div><div subtype="section" type="textpart" n="49"><p>ὁ μὲν γὰρ τοὺς ἀγῶνας καὶ τοὺς πολέμους τοὺς τῶν ἡμιθέων ἐμυθολόγησεν, οἱ δὲ τοὺς μύθους
          εἰς ἀγῶνας καὶ πράξεις κατέστησαν, ὥστε μὴ μόνον ἀκουστοὺς ἡμῖν ἀλλὰ καὶ θεατοὺς γενέσθαι.
          τοιούτων οὖν παραδειγμάτων ὑπαρχόντων, δέδεικται τοῖς ἐπιθυμοῦσι τοὺς ἀκροωμένους
          ψυχαγωγεῖν, ὅτι τοῦ μὲν νουθετεῖν καὶ συμβουλεύειν βουλεύειν ἀφεκτέον, τὰ δὲ τοιαῦτα
          λεκτέον οἷς ὁρῶσι τοὺς ὄχλους μάλιστα χαίροντας. </p></div><div subtype="section" type="textpart" n="50"><p>ταῦτα δὲ διῆλθον ἡγούμενος σὲ δεῖν, τὸν οὐχ ἕνα τῶν πολλῶν ἀλλὰ πολλῶν βασιλεύοντα, μὴ
          τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις, μηδὲ τὰ σπουδαῖα τῶν πραγμάτων μηδὲ τοὺς εὖ φρονοῦντας
          τῶν ἀνθρώπων ταῖς ἡδοναῖς κρίνειν, ἀλλʼ ἐπὶ τῶν πράξεων τῶν χρησίμων αὐτοὺς δοκιμάζειν,
        </p></div><div subtype="section" type="textpart" n="51"><p>ἄλλως τʼ ἐπειδὴ περὶ μὲν τῶν γυμνασίων τῶν τῆς ψυχῆς ἀμφισβητοῦσιν οἱ περὶ τὴν φιλοσοφίαν
          ὄντες, καί φασιν οἱ μὲν διὰ τῶν ἐριστικῶν λόγων οἱ δὲ διὰ τῶν πολιτικῶν οἱ δὲ διʼ ἄλλων
          τινῶν φρονιμωτέρους ἔσεσθαι τοὺς αὐτοῖς πλησιάζοντας, ἐκεῖνο δὲ πάντες ὁμολογοῦσιν, ὅτι
          δεῖ τὸν καλῶς πεπαιδευμένον ἐξ ἑκάστου τούτων φαίνεσθαι βουλεύεσθαι δυνάμενον. </p></div><div subtype="section" type="textpart" n="52"><p>χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισβητουμένων ἐπὶ τοῦ συνομολογουμένου λαμβάνειν αὐτῶν τὸν
          ἔλεγχον, καὶ μάλιστα μὲν ἐπὶ τῶν καιρῶν θεωρεῖν συμβουλεύοντας, εἰ δὲ μή, καὶ καθʼ ὅλων
          τῶν πραγμάτων λέγοντας. καὶ τοὺς μὲν μηδὲν γιγνώσκοντας τῶν δεόντων ἀποδοκίμαζε (δῆλον γὰρ
          ὡς ὁ μηδὲν ὢν αὐτὸς χρήσιμος οὐδʼ ἄν ἄλλον φρόνιμον ποιήσειεν), </p></div><div subtype="section" type="textpart" n="53"><p>τοὺς δὲ νοῦν ἔχοντας καὶ δυναμένους ὁρᾶν πλέον τι τῶν ἄλλων περὶ πολλοῦ ποιοῦ καὶ
          θεράπευε, γιγνώσκων ὅτι σύμβουλος ἀγαθὸς χρησιμώτατον καὶ τυραννικώτατον ἁπάντων τῶν
          κτημάτων ἐστίν. ἡγοῦ δὲ τούτους μεγίστην σοι ποιεῖν τὴν βασιλείαν, οἵ τινες ἂν τὴν
          διάνοιαν τὴν σὴν πλεῖστʼ ὠφελῆσαι δυνηθῶσιν. </p></div><div subtype="section" type="textpart" n="54"><p>ἐγὼ μὲν οὖν ἅ τε γιγνώσκω παρῄνεκα, καὶ τιμῶ σε τούτοις οἷς τυγχάνω δυνάμενος· βούλου δὲ
          καὶ τοὺς ἄλλους, ὅπερ εἶπον ἀρχόμενος, μὴ τὰς εἰθισμένας ἄγειν σοι δωρεάς, ἃς ὑμεῖς πολὺ
          πλείονος ἀγοράζετε παρὰ τῶν διδόντων ἢ παρὰ τῶν πωλούντων, ἀλλὰ τοιαύτας, αἷς κἂν σφόδρα
          χρῇ καὶ μηδεμίαν ἡμέραν διαλείπῃς, οὐ κατατρίψεις, ἀλλὰ μείζους καὶ πλείονος ἀξίας<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">μείζους καὶ πλείονος
              ἀξίας Γ· μείζους</foreign>om. Bekker.</note> ποιήσεις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>