<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2:7-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2:7-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="7"><p>τοῖς μὲν οὖν τηλικούτοις πολλὴ συγγνώμη ταύτην ἔχειν τὴν διάνοιαν· ἐπὶ γὰρ ἁπάντων τῶν
          πραγμάτων πρὸς τὰς περιττότητας καὶ τὰς θαυματοποιίας οὕτω διακείμενοι διατελοῦσι· τοῖς δὲ
          παιδεύειν προσποιουμένοις ἄξιον ἐπιτιμᾶν, ὅτι κατηγοροῦσι μὲν τῶν ἐπὶ τοῖς ἰδίοις
          συμβολαίοις ἐξαπατώντων καὶ μὴ δικαίως τοῖς λόγοις χρωμένων, αὐτοὶ δʼ ἐκείνων δεινότερα
          ποιοῦσιν· οἱ μὲν γὰρ ἄλλους τινὰς ἐζημίωσαν, οὗτοι δὲ τοὺς συνόντας μάλιστα βλάπτουσιν.
        </p></div><div subtype="section" type="textpart" n="8"><p>τοσοῦτον δʼ ἐπιδεδωκέναι πεποιήκασι τὸ ψευδολογεῖν ὥστʼ ἤδη τινές, ὁρῶντες τούτους ἐκ τῶν
          τοιούτων ὠφελουμένους, τολμῶσι γράφειν ὡς ἔστιν ὁ τῶν πτωχευόντων καὶ φευγόντων βίος
          ζηλωτότερος ἢ τῶν ἄλλων ἀνθρώπων, καὶ ποιοῦνται τεκμήριον, ὡς εἰ περὶ πονηρῶν πραγμάτων
          ἔχουσί τι λέγειν, περί γε τῶν καλῶν κἀγαθῶν ῥᾳδίως εὐπορήσουσιν. </p></div><div subtype="section" type="textpart" n="9"><p>ἐμοὶ δὲ δοκεῖ πάντων εἶναι καταγελαστότατον τὸ διὰ τούτων τῶν λόγων ζητεῖν πείθειν ὡς
          περὶ τῶν πολιτικῶν ἐπιστήμην ἔχουσιν, ἐξὸν ἐν αὐτοῖς οἷς ἐπαγγέλλονται τὴν ἐπίδειξιν
          ποιεῖσθαι· τοὺς γὰρ ἀμφισβητοῦντας τοῦ φρονεῖν καὶ φάσκοντας εἶναι σοφιστὰς οὐκ ἐν τοῖς
          ἠμελημένοις ὑπὸ τῶν ἄλλων, ἀλλʼ ἐν οἷς ἅπαντές εἰσιν ἀνταγωνισταί, προσήκει διαφέρειν καὶ
          κρείττους εἶναι τῶν ἰδιωτῶν. </p></div><div subtype="section" type="textpart" n="10"><p>νῦν δὲ παραπλήσιον ποιοῦσιν. ὥσπερ ἂν εἴ τις προσποιοῖτο κράτιστος εἶναι τῶν ἀθλητῶν
          ἐνταῦθα καταβαίνων, οὗ μηδεὶς ἂν ἄλλος ἀξιώσειεν. τίς γὰρ ἂν τῶν εὖ φρονούντων συμφορὰς
          ἐπαινεῖν ἐπιχειρήσειεν; ἀλλὰ δῆλον, ὅτι διʼ ἀσθένειαν ἐνταῦθα καταφεύγουσιν. </p></div><div subtype="section" type="textpart" n="11"><p>ἔστι γὰρ τῶν μὲν τοιούτων συγγραμμάτων μία τις ὁδός, ἣν οὔθʼ εὑρεῖν οὔτε μαθεῖν οὔτε
          μιμήσασθαι δύσκολόν ἐστιν· οἱ δὲ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων διὰ πολλῶν
          ἰδεῶν καὶ καιρῶν δυσκαταμαθήτων εὑρίσκονταί τε καὶ λέγονται, καὶ τοσούτῳ χαλεπωτέραν
          ἔχουσι τὴν σύνθεσιν, ὅσῳ περ τὸ σεμνύνεσθαι τοῦ σκώπτειν καὶ τὸ σπουδάζειν τοῦ παίζειν
          ἐπιπονώτερόν ἐστιν. σημεῖον δὲ μέγιστον· </p></div><div subtype="section" type="textpart" n="12"><p>τῶν μὲν γὰρ τοὺς βομβυλιοὺς καὶ τοὺς ἅλας καὶ τὰ τοιαῦτα βουληθέντων ἐπαινεῖν οὐδεὶς
          πώποτε λόγων ἠπόρησεν, οἱ δὲ περὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ καλῶν ἢ τῶν διαφερόντων ἐπʼ
          ἀρετῇ λέγειν ἐπιχειρήσαντες πολὺ καταδεέστερον τῶν ὑπαρχόντων ἅπαντες εἰρήκασιν. </p></div><div subtype="section" type="textpart" n="13"><p>οὐ γὰρ τῆς αὐτῆς γνώμης ἐστὶν ἀξίως εἰπεῖν περὶ ἑκατέρων αὐτῶν, ἀλλὰ τὰ μὲν μικρὰ ῥᾴδιον
          τοῖς λόγοις ὑπερβαλέσθαι, τῶν δὲ χαλεπὸν τοῦ μεγέθους ἐφικέσθαι· καὶ περὶ μὲν τῶν δόξαν
          ἐχόντων σπάνιον εὑρεῖν, ἃ μηδεὶς πρότερον εἴρηκε, περὶ δὲ τῶν φαύλων καὶ ταπεινῶν ὅ τι ἄν
          τις τύχῃ φθεγξάμενος ἅπαν ἴδιόν ἐστιν. </p></div><div subtype="section" type="textpart" n="14"><p>διὸ καὶ τὸν γράψαντα περὶ τῆς Ἑλένης ἐπαινῶ μάλιστα τῶν εὖ λέγειν τι βουληθέντων, ὅτι
          περὶ τοιαύτης ἐμνήσθη γυναικός, ἣ καὶ τῷ γένει καὶ τῷ κάλλει καὶ τῇ δόξῃ πολὺ διήνεγκεν.
          οὐ μὴν ἀλλὰ καὶ τοῦτον μικρόν τι παρέλαθεν· φησὶ μὲν γὰρ ἐγκώμιον γεγραφέναι περὶ αὐτῆς,
          τυγχάνει δʼ ἀπολογίαν εἰρηκὼς ὑπὲρ τῶν ἐκείνῃ πεπραγμένων. </p></div><div subtype="section" type="textpart" n="15"><p>ἔστι δʼ οὐκ ἐκ τῶν αὐτῶν ἰδεῶν οὐδὲ περὶ τῶν αὐτῶν ἔργων<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">ἔργων</foreign>MSS. is bracketed by Blass who
            prefers, without good reason,<foreign xml:lang="greek">ἀνθρώπων.</foreign>Drerup
              retains<foreign xml:lang="greek">ἔργων.</foreign>Capps suggests<foreign xml:lang="greek">ἔργων ἑκάτερος ὁ λόγος,</foreign>which is tempting.</note> ὁ λόγος,
          ἀλλὰ πᾶν τοὐναντίον· ἀπολογεῖσθαι μὲν γὰρ προσήκει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντων,
          ἐπαινεῖν δὲ τοὺς ἐπʼ ἀγαθῷ τινὶ διαφέροντας. ἵνα δὲ μὴ δοκῶ τὸ ῥᾷστον ποιεῖν, ἐπιτιμᾶν
          τοῖς ἄλλοις μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαι περὶ τῆς αὐτῆς ταύτης εἰπεῖν,
          παραλιπὼν ἅπαντα τὰ τοῖς ἄλλοις εἰρημένα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>