<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2:13-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2:13-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="13"><p>οὐ γὰρ τῆς αὐτῆς γνώμης ἐστὶν ἀξίως εἰπεῖν περὶ ἑκατέρων αὐτῶν, ἀλλὰ τὰ μὲν μικρὰ ῥᾴδιον
          τοῖς λόγοις ὑπερβαλέσθαι, τῶν δὲ χαλεπὸν τοῦ μεγέθους ἐφικέσθαι· καὶ περὶ μὲν τῶν δόξαν
          ἐχόντων σπάνιον εὑρεῖν, ἃ μηδεὶς πρότερον εἴρηκε, περὶ δὲ τῶν φαύλων καὶ ταπεινῶν ὅ τι ἄν
          τις τύχῃ φθεγξάμενος ἅπαν ἴδιόν ἐστιν. </p></div><div subtype="section" type="textpart" n="14"><p>διὸ καὶ τὸν γράψαντα περὶ τῆς Ἑλένης ἐπαινῶ μάλιστα τῶν εὖ λέγειν τι βουληθέντων, ὅτι
          περὶ τοιαύτης ἐμνήσθη γυναικός, ἣ καὶ τῷ γένει καὶ τῷ κάλλει καὶ τῇ δόξῃ πολὺ διήνεγκεν.
          οὐ μὴν ἀλλὰ καὶ τοῦτον μικρόν τι παρέλαθεν· φησὶ μὲν γὰρ ἐγκώμιον γεγραφέναι περὶ αὐτῆς,
          τυγχάνει δʼ ἀπολογίαν εἰρηκὼς ὑπὲρ τῶν ἐκείνῃ πεπραγμένων. </p></div><div subtype="section" type="textpart" n="15"><p>ἔστι δʼ οὐκ ἐκ τῶν αὐτῶν ἰδεῶν οὐδὲ περὶ τῶν αὐτῶν ἔργων<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">ἔργων</foreign>MSS. is bracketed by Blass who
            prefers, without good reason,<foreign xml:lang="greek">ἀνθρώπων.</foreign>Drerup
              retains<foreign xml:lang="greek">ἔργων.</foreign>Capps suggests<foreign xml:lang="greek">ἔργων ἑκάτερος ὁ λόγος,</foreign>which is tempting.</note> ὁ λόγος,
          ἀλλὰ πᾶν τοὐναντίον· ἀπολογεῖσθαι μὲν γὰρ προσήκει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντων,
          ἐπαινεῖν δὲ τοὺς ἐπʼ ἀγαθῷ τινὶ διαφέροντας. ἵνα δὲ μὴ δοκῶ τὸ ῥᾷστον ποιεῖν, ἐπιτιμᾶν
          τοῖς ἄλλοις μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαι περὶ τῆς αὐτῆς ταύτης εἰπεῖν,
          παραλιπὼν ἅπαντα τὰ τοῖς ἄλλοις εἰρημένα. </p></div><div subtype="section" type="textpart" n="16"><p>τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν τοῦ γένους αὐτῆς. πλείστων γὰρ ἡμιθέων
          ὑπὸ Διὸς γεννηθέντων μόνης ταύτης γυναικὸς πατὴρ ἠξίωσε κληθῆναι. σπουδάσας δὲ μάλιστα
          περί τε τὸν ἐξ Ἀλκμήνης καὶ τοὺς ἐκ Λήδας, τοσούτῳ μᾶλλον Ἑλένην Ἡρακλέους προὐτίμησεν
          ὥστε τῷ μὲν ἰσχὺν ἔδωκεν, ἣ βίᾳ τῶν ἄλλων κρατεῖν δύναται, τῇ δὲ κάλλος ἀπένειμεν, ὃ καὶ
          τῆς ῥώμης αὐτῆς ἄρχειν πέφυκεν. </p></div><div subtype="section" type="textpart" n="17"><p>εἰδὼς δὲ τὰς ἐπιφανείας καὶ τὰς λαμπρότητας οὐκ ἐκ τῆς ἡσυχίας, ἀλλʼ ἐκ τῶν πολέμων καὶ
          τῶν ἀγώνων γιγνομένας, βουλόμενος αὐτῶν μὴ μόνον τὰ σώματʼ εἰς θεοὺς ἀναγαγεῖν ἀλλὰ καὶ
          τὰς δόξας ἀειμνήστους καταλιπεῖν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον κατέστησε,
          τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν. </p></div><div subtype="section" type="textpart" n="18"><p>καὶ πρῶτον μὲν Θησεύς, ὁ λεγόμενος μὲν Αἰγέως, γενόμενος δʼ ἐκ Ποσειδῶνος, ἰδὼν αὐτὴν
          οὔπω μὲν ἀκμάζουσαν, ἤδη δὲ τῶν ἄλλων διαφέρουσαν, τοσοῦτον ἡττήθη τοῦ κάλλους ὁ κρατεῖν
          τῶν ἄλλων εἰθισμένος, ὥσθʼ ὑπαρχούσης αὐτῷ καὶ πατρίδος μεγίστης καὶ βασιλείας
          ἀσφαλεστάτης ἡγησάμενος οὐκ ἄξιον εἶναι ζῆν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ἄνευ τῆς πρὸς
          ἐκείνην οἰκειότητος, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>