<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg004.perseus-grc2:11-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg004.perseus-grc2:11-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg004.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="11"><p>καὶ ἐνίοτε μὲν αὐτοῦ προσποιοῦνται καταφρονεῖν, λέγοντες ὡς οὐδὲν διέφερε τῶν ἄλλων, νυνὶ
          δʼ ἁπάντων αὐτὸν τῶν γεγενημένων αἰτιῶνται καί φασι παρʼ ἐκείνου μαθεῖν Λακεδαιμονίους ὡς
          χρὴ πολεμεῖν, οἳ καὶ τοὺς ἄλλους διδάσκειν τέχνην ἔχουσιν. ἐγὼ δʼ εἴ μοι χρόνος ἱκανὸς
          γένοιτο, ῥᾳδίως ἂν αὐτὸν ἐπιδείξαιμι τὰ μὲν δικαίως πράξαντα, τῶν δʼ ἀδίκως αἰτίαν ἔχοντα.
          πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῦ πατρὸς μετὰ τὴν φυγὴν δωρεὰν λαβόντος ἐγὼ διὰ τὴν
          ἐκείνου φυγὴν ζημιωθείην. </p></div><div subtype="section" type="textpart" n="12"><p>ἡγοῦμαι δʼ αὐτὸν παρʼ ὑμῶν δικαίως ἂν πλείστης συγγνώμης τυγχάνειν· ὑπὸ γὰρ τῶν τριάκοντʼ
          ἐκπεσόντες ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς ἐχρήσασθε. ἐξ ὧν ἐνθυμεῖσθαι χρή, πῶς ἕκαστος ὑμῶν
          διέκειτο καὶ τίνα γνώμην εἶχε καὶ ποῖον κίνδυνον οὐκ ἂν ὑπέμεινεν ὥστε παύσασθαι μὲν
          μετοικῶν, κατελθεῖν δʼ εἰς τὴν πατρίδα, τιμωρήσασθαι δὲ τοὺς ἐκβαλόντας. </p></div><div subtype="section" type="textpart" n="13"><p>ἐπὶ τίνα δʼ ἢ πόλιν ἢ φίλον ἢ ξένον οὐκ ἤλθετε δεησόμενοι συγκαταγαγεῖν ὑμᾶς; τίνος δʼ
          ἀπέσχεσθε πειρώμενοι κατελθεῖν; οὐ καταλαβόντες τὸν Πειραιᾶ καὶ τὸν σῖτον τὸν ἐν τῇ χώρᾳ
          διεφθείρετε καὶ τὴν γῆν ἐτέμνετε καὶ τὰ προάστεια ἐνεπρήσατε καὶ τελευτῶντες τοῖς τείχεσι
          προσεβάλετε; </p></div><div subtype="section" type="textpart" n="14"><p>καὶ ταῦθʼ οὕτω σφόδρʼ ἐνομίζετε χρῆναι ποιεῖν, ὥστε τοῖς ἡσυχίαν ἄγουσι τῶν συμφυγάδων
          μᾶλλον ὠργίζεσθε ἢ τοῖς αἰτίοις τῶν συμφορῶν γεγενημένοις. ὥστʼ οὐκ εἰκὸς ἐπιτιμᾶν τοῖς
          τῶν αὐτῶν ὑμῖν ἐπιθυμοῦσιν, οὐδὲ κακοὺς ἄνδρας νομίζειν, ὅσοι φεύγοντες κατελθεῖν
          ἐζήτησαν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μένοντες φυγῆς ἄξιʼ ἐποίησαν· οὐδʼ ἐντεῦθεν ἀρξαμένους
          κρίνειν, ὁποῖός τις ἦν ὁ πατὴρ πολίτης, ὅτʼ οὐδὲν αὐτῷ τῆς πόλεως προσῆκεν, </p></div><div subtype="section" type="textpart" n="15"><p>ἀλλʼ ἐπʼ ἐκείνου τοῦ χρόνου σκοπεῖν οἷος ἦν πρὶν φυγεῖν περὶ τὸ πλῆθος, καὶ ὅτι
          διακοσίους ὁπλίτας ἔχων τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ Λακεδαιμονίων μὲν
          ἀπέστησεν, ὑμῖν δὲ συμμάχους ἐποίησε, καὶ εἰς οἵους κινδύνους αὐτοὺς κατέστησε, καὶ ὡς
          περὶ Σικελίαν ἐστρατήγησεν. τούτων μὲν γὰρ ἐκείνῳ προσήκει χάριν ὑμᾶς ἔχειν· τῶν δʼ ἐν τῇ
          συμφορᾷ γενομένων τοὺς ἐκβαλόντας αὐτὸν δικαίως ἂν αἰτίους νομίζοιτε. </p></div><div subtype="section" type="textpart" n="16"><p>ἀναμνήσθητε δὲ πρὸς ὑμᾶς αὐτούς, ἐπειδὴ κατῆλθεν, ὡς πόλλʼ ἀγαθὰ τὴν πόλιν ἐποίησεν, ἔτι
          δὲ πρότερον, ὡς ἐχόντων τῶν πραγμάτων αὐτὸν κατεδέξασθε, καταλελυμένου μὲν τοῦ δήμου,
          στασιαζόντων δὲ τῶν πολιτῶν, διαφερομένων δὲ τῶν στρατιωτῶν πρὸς τὰς ἀρχὰς τὰς ἐνθάδε
          καθεστηκυίας, εἰς τοῦτο δὲ μανίας ἀμφοτέρων ἀφιγμένων ὥστε μηδετέροις μηδεμίαν ἐλπίδʼ
          εἶναι σωτηρίας· </p></div><div subtype="section" type="textpart" n="17"><p>οἱ μὲν γὰρ τοὺς ἔχοντας τὴν πόλιν ἐχθροὺς ἐνόμιζον μᾶλλον ἢ Λακεδαιμονίους, οἱ δὲ τοὺς ἐκ
          Δεκελείας μετεπέμποντο, ἡγούμενοι κρεῖττον εἶναι τοῖς πολεμίοις τὴν πατρίδα παραδοῦναι
          μᾶλλον ἢ τοῖς ὑπὲρ τῆς πόλεως στρατευομένοις τῆς πολιτείας μεταδοῦναι. </p></div><div subtype="section" type="textpart" n="18"><p>τοιαύτην μὲν οὖν τῶν πολιτῶν γνώμην ἐχόντων, κρατούντων δὲ τῶν πολεμίων καὶ τῆς γῆς καὶ
          τῆς θαλάττης, ἔτι δὲ χρημάτων ὑμῖν μὲν οὐκ ὄντων, ἐκείνοις δὲ βασιλέως παρέχοντος, πρὸς δὲ
          τούτοις ἐνενήκοντα νεῶν ἐκ Φοινίκης εἰς Ἄσπενδον ἡκουσῶν καὶ παρεσκευασμένων
          Λακεδαιμονίοις βοηθεῖν, ἐν τοσαύταις συμφοραῖς καὶ τοιούτοις κινδύνοις τῆς πόλεως οὔσης,
        </p></div><div subtype="section" type="textpart" n="19"><p>μεταπεμψαμένων αὐτὸν τῶν στρατιωτῶν οὐκ ἐσεμνύνατʼ ἐπὶ τοῖς παροῦσιν, οὐδʼ ἐμέμψατο περὶ
          τῶν γεγενημένων, οὐδʼ ἐβουλεύσατο περὶ τῶν μελλόντων, ἀλλʼ εὐθὺς εἵλετο μετὰ τῆς πόλεως
          ὁτιοῦν πάσχειν μᾶλλον ἢ μετὰ Λακεδαιμονίων εὐτυχεῖν, καὶ πᾶσι φανερὸν ἐποίησεν ὅτι τοῖς
          ἐκβαλοῦσιν ἀλλʼ οὐχ ὑμῖν ἐπολέμει, καὶ ὅτι κατελθεῖν ἀλλʼ οὐκ ἀπολέσαι τὴν πόλιν ἐπεθύμει.
        </p></div><div subtype="section" type="textpart" n="20"><p>γενόμενος δὲ μεθʼ ὑμῶν ἔπεισε μὲν Τισσαφέρνην μὴ παρέχειν χρήματα Λακεδαιμονίοις, ἔπαυσε
          δὲ τοὺς συμμάχους ὑμῶν ἀφισταμένους, διέδωκε δὲ παρʼ αὑτοῦ μισθὸν τοῖς στρατιώταις,
          ἀπέδωκε δὲ τῷ δήμῳ τὴν πολιτείαν, διήλλαξε δὲ τοὺς πολίτας, ἀπέστρεψε δὲ τὰς ναῦς τὰς
          Φοινίσσας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>